- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:43.1-43.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿拉图斯心存戒备地在佩盖会见安提柯,却受到隆重礼遇并与国王结为莫逆;文中叙及早先预示二人修好的祭牲兆象以及后来宴会上的趣事。
τοῦ δʼ Ἀντιγόνου προσιόντος ἤδη μετὰ τῆς δυνάμεως ἦγε δὲ πεζοὺς δισμυρίους Μακεδόνας, ἱππεῖς δὲ χιλίους καὶ τριακοσίους ἀπήντα μετὰ τῶν δημιουργῶν ὁ Ἄρατος αὐτῷ κατὰ θάλατταν εἰς Πηγάς, λαθὼν τοὺς πολεμίους, οὐ πάνυ τι θαρρῶν τὸν Ἀντίγονον οὐδὲ πιστεύων τοῖς Μακεδόσιν. ᾔδει γὰρ ηὐξημένον ἑαυτὸν ἐξ ὧν ἐκείνους κακῶς ἐποίησε1 καὶ πρώτην εἰληφότα μεγίστην ὑπόθεσιν τῆς πολιτείας τὴν πρὸς Ἀντίγονον τὸν παλαιὸν ἔχθραν.
当安提柯已率军逼近时——他统领着两万名马其顿步兵和一千三百名骑兵——阿拉图斯与执政长官们(德米乌尔戈伊)避开敌人的耳目,经由海路前往佩盖去会见他;但他对安提柯并不十分放心,对马其顿人亦不甚信任。因为他深知,自己正是靠着屡屡打击马其顿人才得以崛起,并将对老安提柯的仇怨作为其政治生涯最初也是最大的基石。
ἀλλὰ ὁρῶν ἀπαραίτητον ἐπικειμένην ἀνάγκην καὶ τὸν καιρόν, ᾧ δουλεύουσιν οἱ δοκοῦντες ἄρχειν, ἐχώρει πρὸς τὸ δεινόν. ὁ δὲ Ἀντίγονος, ὥς τις αὐτῷ προσιόντα τὸν Ἄρατον ἔφρασε, τοὺς μὲν ἄλλους ἠσπάσατο μετρίως καὶ κοινῶς, ἐκεῖνον δὲ καὶ περὶ τὴν πρώτην ἀπάντησιν ἐδέξατο τῇ τιμῇ περιττῶς, καὶ τἆλλα πειρώμενος ἀνδρὸς ἀγαθοῦ καὶ νοῦν ἔχοντος ἐνδοτέρω τῆς χρείας προσηγάγετο.2
然而,看到迫在眉睫的不可抗逆的必然性以及那些看似在统治的人也受其奴役的时势,他还是毅然迎向了险境。安提柯在有人报告阿拉图斯来访时,对其他人只是平和寻常地致意,但对阿拉图斯,甚至在初次会面时就给予了非同寻常的崇高礼遇;此后他在各方面试出阿拉图斯是一位精明强干的人才,便超越单纯的功利需要而与他深相结纳。
καὶ γὰρ ἦν ὁ Ἄρατος οὐ μόνον ἐν πράγμασι μεγάλοις ὠφέλιμος, ἀλλὰ καὶ σχολάζοντι βασιλεῖ συγγενέσθαι παρʼ ὁντινοῦν ἐπίχαρις.3 διό, καίπερ ὢν νέος ὁ Ἀντίγονος, ὡς κατενόησε τὴν φύσιν τοῦ ἀνδρὸς μηδὲν ἀργὸν εἰς φιλίαν βασιλικὴν οὖσαν, οὐ μόνον Ἀχαιῶν, ἀλλὰ καὶ Μακεδόνων τῶν σὺν αὐτῷ πάντων μάλιστα χρώμενος ἐκείνῳ διετέλει·
事实上,阿拉图斯不仅在经邦重任中卓有成效,在国王闲暇之时作伴对谈亦比任何人都更讨人喜欢。因此,安提柯虽年纪尚轻,但在察觉到此人对于结交君王毫无生疏懈怠之后,不仅在阿开亚人中,而且在随行的所有马其顿人中,始终最为重用并亲近他。
καὶ τὸ σημεῖον ἀπέβαινεν ὡς ὁ θεὸς ἐπὶ τῶν ἱερῶν ἔδειξε. λέγεται γὰρ οὐ πρὸ πολλοῦ θύοντι τῷ Ἀράτῳ δύο χολὰς ἐν ἥπατι φανῆναι μιᾷ πιμελῇ περιεχομένας· καὶ τὸν μάντιν εἰπεῖν ὡς ταχὺ πρὸς τὰ ἔχθιστα καὶ πολεμιώτατα σύνεισιν εἰς ἄκραν φιλίαν. τότε μὲν οὖν παρήνεγκε τὸ ῥηθέν, οὐδὲ ἄλλως πολὺ νέμων πίστεως ἱεροῖς καὶ μαντεύμασιν, ἀλλὰ τῷ λογισμῷ χρώμενος.
神明在祭祀中所示的预兆果真应验了。据说不久前阿拉图斯献祭时,肝脏中现出两个胆囊,且包裹在同一层油脂之中;占卜官对他说,他将很快与最憎恶、最敌对的人结成极深厚的友谊。当时,阿拉图斯并未把这番话放在心上,因为他本就不怎么迷信祭牲与占卜,而是依凭理性思考行事。
ἐπεὶ δὲ ὕστερον εὖ χωροῦντι τῷ πολέμῳ4 συναγαγὼν ὁ Ἀντίγονος ἑστίασιν ἐν Κορίνθῳ καὶ πολλοὺς ὑποδεχόμενος τὸν Ἄρατον ἐπάνω κατέκλινεν ἑαυτοῦ, καὶ μετὰ μικρὸν αἰτήσας περιβόλαιον ἠρώτησεν εἰ δοκεῖ κἀκείνῳ ψῦχος εἶναι, τοῦ δὲ καὶ πάνυ ῥιγοῦν φήσαντος, ἐκέλευσε προσχωρεῖν ἐγγυτέρω καὶ δάπιδος κομισθείσης ἀμφοτέρους ὁμοῦ περιέβαλον οἱ παῖδες, τότε δὴ τὸν Ἄρατον ἀναμνησθέντα τῶν ἱερῶν ἐκείνων γέλως ἔλαβε, καὶ διηγεῖτο τῷ βασιλεῖ τὸ σημεῖον καὶ τὴν προαγόρευσιν. ἀλλὰ ταῦτα μὲν ἐπράχθη χρόνοις ὕστερον.
然而在后来,当战争进展顺利之时,安提柯在哥林多设宴款待众宾客,让阿拉图斯坐在自己的上方;过了一会儿,安提柯索要披风,并询问阿拉图斯是否也觉得冷,见阿拉图斯回答确实十分寒冷,便让他靠得更近些,待一张厚毯拿来,侍从们便将二人一同裹住。就在那时,阿拉图斯猛然忆起当年的祭牲,忍不住大笑起来,并将那预兆与预言讲给国王听。不过,这些都是后来发生的事了。
- 43.1ἐξ ὧν ἐκείνους κακῶς ἐποίησε
含有关系代词格吸引的介词短语。其基础结构本为 ἐξ ἐκείνων ἃ ἐκείνους κακῶς ἐποίησε,先行词 ἐκείνων 被省略,中性复数宾格的关系代词 ἅ 受介词 ἐκ 的支配被吸引为属格 ὧν。短语 ἐκείνους κακῶς ἐποίησε 意为“加害某人”(κακῶς ποιέω 带宾语)。
- 43.2ἐνδοτέρω τῆς χρείας προσηγάγετο
比较级副词 ἐνδοτέρω(更内部地、更亲密地)支配属格 τῆς χρείας(功用、需要),作比较属格。该习语意为“超越了单纯务实需要的程度而将他引为知己亲信”。
- 43.3σχολάζοντι βασιλεῖ συγγενέσθαι παρʼ ὁντινοῦν ἐπίχαρις
形容词 ἐπίχαρις(令人愉快的、讨人喜欢的)后接说明性不定式(epexegetical infinitive)συγγενέσθαι(交往、伴随)。与格 σχολάζοντι βασιλεῖ 由动词 συγγίγνομαι 所支配。短语 παρʼ ὁντινοῦν 是介词 παρά 带不定关系代词宾格表示比较的惯用语,意为“胜过任何人”、“比谁都”。
- 43.5εὖ χωροῦντι τῷ πολέμῳ
表示时间或伴随情境的与格结构。此处的 εὖ χωροῦντι τῷ πολέμῳ 并未采用常见的独立属格,而是以情境/时间与格(dative of circumstance/time)作为背景说明,意为“在战争进展顺利之际”。分词 χωροῦντι 与名词 τῷ πολέμῳ 在性、数、格上保持一致。
