← 普鲁塔克

阿拉图斯传

§45.1-45.6

屈从安提柯与洗劫曼提尼亚招致的非议

人们将对马其顿的过度妥协以及严酷洗劫曼提尼亚的罪责归咎于阿拉图斯;他在交出主导权后受制于安提柯,甚至推动将曼提尼亚改名为安提戈尼亚,因而饱受非议。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§45.1

ἤδη δὲ καὶ τῶν ἄλλων ἐκείνῳ τὰς αἰτίας ἐπέφερον, οἷον ὅτι τὴν μὲν Κορινθίων πόλιν Ἀντιγόνῳ δωρεὰν ἔδωκαν, ὥσπερ κώμην τὴν τυχοῦσαν, τὸν Ὀρχομενὸν δὲ συνεχώρησαν αὐτῷ διαρπάσαντι φρουρὰν ἐμβαλεῖν Μακεδονικήν, ἐψηφίσαντο δὲ ἄλλῳ μὴ γράφειν βασιλεῖ μηδὲ πρεσβεύειν πρὸς ἄλλον ἄκοντος Ἀντιγόνου, τρέφειν τε καὶ μισθοδοτεῖν ἠναγκάζοντο τοὺς Μακεδόνας, θυσίας δὲ καὶ πομπὰς καὶ ἀγῶνας Ἀντιγόνῳ συνετέλουν, ἀρξαμένων τῶν Ἀράτου πολιτῶν καὶ δεξαμένων τῇ πόλει τὸν Ἀντίγονον ὑπʼ Ἀράτου ξενιζόμενον, ᾐτιῶντο πάντων ἐκεῖνον, ἀγνοοῦντες ὅτι τὰς ἡνίας ἐκείνῳ παραδεδωκὼς1 καὶ τῇ ῥύμῃ τῆς βασιλικῆς ἐφελκόμενος ἐξουσίας οὐδενὸς ἦν ἢ μόνης φωνῆς ἔτι κύριος, ἐπισφαλῆ τὴν παρρησίαν ἐχούσης.

此时,人们也把其他事情的罪责归咎于他:例如他们把哥林多人的城邦如同普通村落一般白白送给了安提柯;允许他在洗劫奥尔霍迈诺斯后派驻马其顿守军;并且决议未经安提柯同意,不得向其他任何国王致信或派遣使节;他们还被迫供养马其顿军队并支付军饷,为安提柯举行祭祀、游行和竞技比赛——这些都是阿拉图斯的同胞们率先发起的,当时安提柯接受阿拉图斯的款待而进城。人们把这一切都归咎于阿拉图斯,却不知他早已将缰绳拱手让给安提柯,身不由己地被王权势力的狂澜裹挟,除了一张发声的嘴之外,已无法主宰任何事情,而这直言进谏的声音本身也是极其危险的。

§45.3

ἐπεὶ φανερῶς γε πολλὰ τῶν πραττομένων ἐλύπει τὸν Ἄρατον, ὥσπερ τὸ περὶ τῶν εἰκόνων ὁ γὰρ Ἀντίγονος τὰς μὲν τῶν ἐν Ἄργει τυράννων καταβεβλημένας ἀνέστησε, τὰς δὲ τῶν ἑλόντων τὸν Ἀκροκόρινθον ἑστώσας ἀνέτρεψε πλὴν μιᾶς τῆς ἐκείνου· καὶ πολλὰ περὶ τούτων δεηθεὶς ὁ Ἄρατος οὐκ ἔπεισεν.

事实上,所发生的许多事显然让阿拉图斯深感痛苦,例如塑像一事:安提柯重新竖起了阿尔戈斯的僭主们此前被推倒的塑像,却推倒了那些夺取阿克罗哥林多者的立像,仅留下阿拉图斯自己的一座;阿拉图斯就此事再三恳求,却未能说服国王。

§45.4

ἐδόκει δὲ καὶ τὰ περὶ Μαντίνειαν οὐχ Ἑλληνικῶς διῳκῆσθαι τοῖς Ἀχαιοῖς. κρατήσαντες γὰρ αὐτῶν διʼ Ἀντιγόνου τοὺς μὲν ἐνδοξοτάτους καὶ πρώτους ἀπέκτειναν, τῶν δʼ ἄλλων τοὺς μὲν ἀπέδοντο, τοὺς δʼ εἰς Μακεδονίαν ἀπέστειλαν ἐν πέδαις δεδεμένους, παῖδας δὲ καὶ γυναῖκας ἠνδραποδίσαντο, τοῦ δὲ συναχθέντος ἀργυρίου τὸ τρίτον αὐτοὶ διείλοντο, τὰς δὲ δύο μοίρας ἔνειμαν τοῖς Μακεδόσι.

此外,阿开亚人对曼提尼亚的处理也被认为不合希腊人的风尚。因为他们借助安提柯征服该城后,处决了声望最高、最显赫的人物,将其余人有的变卖为奴,有的戴着脚镣押送往马其顿,掠妇孺为奴,并在搜刮的金银中自取三分之一,将剩余的三分之二分给了马其顿人。

§45.5

καὶ ταῦτα μὲν ἔσχε τὸν τῆς ἀμύνης νόμον καὶ γὰρ εἰ δεινὸν ἄνδρας ὁμοφύλους καὶ συγγενεῖς οὕτω μεταχειρίσασθαι διʼ ὀργήν, ἀλλʼ ἐν ἀνάγκαις γλυκὺ γίνεται καὶ σκληρόν, κατὰ Σιμωνίδην, ὥσπερ ἀλγοῦντι τῷ θυμῷ καὶ φλεγμαίνοντι θεραπείαν καὶ ἀναπλήρωσιν προσφερόντων.2 τὰ δὲ μετὰ ταῦτα πραχθέντα περὶ τὴν πόλιν οὔτʼ εἰς καλὴν οὔτʼ εἰς ἀναγκαίαν ἔστι θέσθαι τῷ Ἀράτῳ πρόφασιν.3

这些行为尚可视作遵循了复仇的法则;因为哪怕出于愤怒而如此对待同族与亲族确实可怖,但正如西蒙尼得斯所言,“在逼迫之下,苦涩之事亦变得甜美”,仿佛是在给痛苦而发炎的情感提供疗愈与纾解。然而,对于在那之后对该城所做的事,阿拉图斯却无论如何也找不到体面或必要的托辞。

§45.6

τῶν γὰρ Ἀχαιῶν τὴν πόλιν παρʼ Ἀντιγόνου δωρεὰν λαβόντων καὶ κατοικίζειν ἐγνωκότων αὐτὸς οἰκιστὴς αἱρεθεὶς καὶ στρατηγὸς ὢν ἐψηφίσατο μηκέτι καλεῖν Μαντίνειαν, ἀλλʼ Ἀντιγόνειαν, ὃ καὶ μέχρι νῦν καλεῖται, καὶ δοκεῖ διʼ ἐκεῖνον ἡ μὲν ἐρατεινὴ Μαντίνεια παντάπασιν ἐξαληλίφθαι, διαμένει δὲ ἡ πόλις ἐπώνυμος τῶν ἀπολεσάντων καὶ ἀνελόντων τοὺς πολίτας.

因为当阿开亚人从安提柯手中受赠该城并决定重新殖民时,阿拉图斯本人被选为建城者且身居将军之职,竟通过决议不再称其为曼提尼亚,而改名为安提戈尼亚,这一名称沿用至今;人们认为,正是因为他,秀丽的曼提尼亚被彻底抹去,而这座城邦却至今冠以毁灭并屠杀其市民之人的名号。

语法注3 条
  1. 45.2ἐκείνῳ παραδεδωκὼς

    在前文(ἤδη δὲ καὶ τῶν ἄλλων ἐκείνῳ τὰς αἰτίας ἐπέφερον 及 ᾐτιῶντο πάντων ἐκεῖνον)中,代词 ἐκεῖνος 均指代阿拉图斯,而在此分词短语中,ἐκείνῳ 的指涉对象转为前文提及的安提柯(Ἀντίγονος)。未明言的主语(阿拉图斯)将缰绳交予了安提柯。

  2. 45.5ὥσπερ ἀλγοῦντι τῷ θυμῷ καὶ φλεγμαίνοντι θεραπείαν καὶ ἀναπλήρωσιν προσφερόντων

    未明示名词主语的属格独立结构(genitive absolute)。其逻辑主语可指代前文的行为主体(对曼提尼亚施加严酷复仇的阿开亚人),或表泛指的主语(“如同人们提供……”)。由 ὥσπερ 引出,用以形象说明其严厉报复行为背后的心理动机。

  3. 45.5οὔτʼ εἰς καλὴν οὔτʼ εἰς ἀναγκαίαν ἔστι θέσθαι τῷ Ἀράτῳ πρόφασιν

    非人称动词 ἔστι(意为“可能”)搭配与格 τῷ Ἀράτῳ 和不定式 θέσθαι。短语 εἰς ... πρόφασιν τίθεσθαι 是习惯搭配,意为“将……归因于某种借口/理由”,全句意为“对于阿拉图斯而言,不可能将(后来的行为)归咎于任何体面或必要的托辞”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:45.1-45.6