← 普鲁塔克

阿拉图斯传

§40.1-40.5

阿拉图斯脱逃与哥林多降于克里昂米尼

阿拉图斯试图肃清西库昂和哥林多的内通分子,激怒了哥林多民众并险遭谋害,但他巧妙脱险逃回西库昂;哥林多人随后迎降克里昂米尼,克里昂米尼进逼并围困阿克罗哥林多。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§40.1

Ἠτρέμει γὰρ οὐδὲν οὐδὲ ἔστεργεν ἐπὶ τοῖς παροῦσιν, ἀλλὰ καὶ Σικυωνίων αὐτῶν καὶ Κορινθίων ἐγένοντο πολλοὶ καταφανεῖς διειλεγμένοι τῷ Κλεομένει καὶ πάλαι πρὸς τὸ κοινὸν ἰδίων ἐπιθυμίᾳ, δυναστειῶν ὑπούλως ἔχοντες.

因为一切都无法平静,也无人对现状感到满意,甚至在西库昂人自身和哥林多人内部,也暴露出了许多与克里昂米尼暗通款曲、且出于谋求个人统治权的欲望而久对同盟心怀叵测之人。

§40.2

ἐπὶ τούτους ἐξουσίαν ἀνυπεύθυνον ὁ Ἄρατος λαβών τοὺς μὲν ἐν Σικυῶνι διεφθαρμένους ἀπέκτεινε, τοὺς δὲ ἐν Κορίνθῳ πειρώμενος ἀναζητεῖν καὶ κολάζειν ἐξηγρίαινε τὸ πλῆθος ἤδη νοσοῦν καὶ βαρυνόμενον τὴν ὑπὸ τοῖς Ἀχαιοῖς πολιτείαν. συνδραμόντες οὖν εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερόν μετεπέμποντο τὸν Ἄρατον, ἀνελεῖν ἢ συλλαβεῖν πρὸ τῆς ἀποστάσεως ἐγνωκότες.

阿拉图斯获得了对付这些人的全权,在西库昂处决了那些被收买变节的人;但他试图在哥林多搜查惩办叛徒的举动,却激怒了本就心生怨怼、厌弃阿开亚人统治下政制的大众。于是众人奔集到阿波罗神庙,决意在公开叛变之前先除掉或逮捕阿拉图斯,便遣人去召他前去。

§40.3

ὁ δὲ ἧκε μὲν αὐτὸς ἐφελκόμενος τὸν ἵππον ὡς οὐκ ἀπιστῶν οὐδὲ ὑποπτεύων, ἀναπηδησάντων δὲ πολλῶν καὶ λοιδορουμένων αὐτῷ καὶ κατηγορούντων εὖ πως καθεστῶτι τῷ προσώπῳ καὶ τῷ λόγῳ πράως ἐκέλευε καθίσαι καὶ μὴ βοᾶν ἀτάκτως ἑστῶτας, ἀλλὰ καὶ τοὺς περὶ θύρας ὄντας εἴσω παριέναι· καὶ ταῦθʼ ἅμα λέγων ὑπεξῄει βάδην ὡς παραδώσων τινὶ τὸν ἵππον.

阿拉图斯亲自牵着马走来,装作既无戒备也无猜疑的模样;当许多人一跃而起,对其谩骂指控时,他却面容从容自若,语气温和地吩咐大家就座,不要站着乱嚷,并让门外的人也进到里面来。一边说着这些话,他一边缓缓踱步退去,装作要将马托付给某人的样子。

§40.4

οὕτως δὲ ὑπεκδύς καὶ τοῖς ὑπαντῶσι τῶν Κορινθίων ἀθορύβως διαλεγόμενος καὶ κελεύων πρὸς τὸ Ἀπολλώνιον βαδίζειν, ὡς ἔλαθε πλησίον τῆς ἄκρας γενόμενος,1 ἀναπηδήσας ἐπὶ τὸν ἵππον καὶ Κλεοπάτρῳ τῷ ἄρχοντι τῆς φρουρᾶς διακελευσάμενος ἐγκρατῶς φυλάττειν ἀφίππευσεν εἰς Σικυῶνα, τριάκοντα μὲν αὐτῷ στρατιωτῶν ἑπομένων, τῶν δὲ ἄλλων ἐγκαταλιπόντων καὶ διαρρυέντων.

他如此悄然抽身,平静地与迎面遇上的哥林多人交谈,并嘱咐他们往阿波罗神庙去;当他不引人注意地来到卫城附近时,便跃上马背,严令守备官克列奥帕特罗斯坚守岗位,随后疾驰逃往西库昂,随他同行的仅有三十名士兵,其余人则弃他而去、作鸟兽散。

§40.5

αἰσθόμενοι δʼ οἱ Κορίνθιοι μετʼ ὀλίγον τὴν ἀπόδρασιν αὐτοῦ καὶ διώξαντες, ὡς οὐ κατέλαβον, μετεπέμψαντο τὸν Κλεομένη καὶ παρέδοσαν τὴν πόλιν οὐδὲν οἰομένῳ λαμβάνειν παρʼ αὐτῶν τοσοῦτον ὅσου διήμαρτεν ἀφέντων Ἄρατον.2 οὗτος μὲν οὖν, προσγενομένων αὐτῷ τῶν τὴν λεγομένην Ἀκτὴν κατοικούντων καὶ τὰς πόλεις ἐγχειρισάντων, ἀπεσταύρου καὶ περιετείχιζε τὸν Ἀκροκόρινθον.

哥林多人不久便察觉他已逃脱,虽派兵追赶却未能追上,于是便迎请克里昂米尼并献出城池;但克里昂米尼却认为,从他们那里所得的一切,都抵不上因他们放走阿拉图斯而使自己遭受的损失。随后,在所谓的阿克特地区居民归顺并交出各城邦之后,克里昂米尼便设下栅栏与围墙,将阿克罗哥林多封锁围困起来。

语法注2 条
  1. 40.4ὡς ἔλαθε πλησίον τῆς ἄκρας γενόμενος

    动词 ἔλαθε(λανθάνω 的不定过去时)接补充主格分词 γενόμενος,构成“不知不觉/不引人注意地达到……”的惯用句式。由时间连词 ὡς(意为“当……时”)引导,表示阿拉图斯在无人察觉的情况下悄然抵达了卫城附近。

  2. 40.5οὐδὲν οἰομένῳ λαμβάνειν παρʼ αὐτῶν τοσοῦτον ὅσου διήμαρτεν ἀφέντων Ἄρατον

    与格分词 οἰομένῳ 承接前文的宾格 τὸν Κλεομένη,作 παρέδοσαν 的间接宾语(与省略的 αὐτῷ 一致)。关系代词 ὅσου 与先行词 τοσοῦτον 呼应,其属格是由表示“错失、丧失”的动词 διήμαρτεν 所支配。末尾的 ἀφέντων Ἄρατον 为属格独立结构,以哥林多人为逻辑主语,表原因或方式(“由于他们放走了阿拉图斯”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:40.1-40.5