← 普鲁塔克

阿拉图斯传

§41.1-41.4

西库昂受围与求援安提柯的抉择

阿拉图斯在西库昂当选全权统帅后深陷外无救援的绝境,他婉拒了克里昂米尼开出的优厚求和条件,招致克里昂米尼围攻西库昂,被迫苦思是否以割让阿克罗哥林多为代价引安提柯来援。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§41.1

τῷ δὲ Ἀράτῳ συνῆλθον εἰς Σικυῶνα τῶν Ἀχαιῶν οὐ πολλοί· καὶ γενομένης ἐκκλησίας ᾑρέθη στρατηγὸς αὐτοκράτωρ, καὶ περιεστήσατο φρουρὰν ἐκ τῶν ἑαυτοῦ πολιτῶν, τριάκοντα μὲν ἔτη καὶ τρία πεπολιτευμένος ἐν τοῖς Ἀχαιοῖς, πεπρωτευκὼς δὲ καὶ δυνάμει καὶ δόξῃ τῶν Ἑλλήνων, τότε δὲ ἔρημος καὶ ἄπορος συντετριμμένος, ὥσπερ ἐπὶ ναυαγίου τῆς πατρίδος ἐν τοσούτῳ σάλῳ καὶ κινδύνῳ διαφερόμενος.

聚集到西库昂阿拉图斯身边的阿开亚人并不多;在公民大会召开后,他被推选为全权统帅,并从本邦公民中为自己组建了卫队。他虽在阿开亚人中从政长达三十三年,在权力和威望上曾冠绝希腊各邦,此时却孤立无援、陷入绝境而饱受打击,仿佛置身于祖国的沉船之上,在如此巨大的风浪与险境中漂泊。

§41.2

καὶ γὰρ Αἰτωλοὶ δεομένου βοηθεῖν ἀπείπαντο, καὶ τὴν Ἀθηναίων πόλιν χάριτι τοῦ Ἀράτου πρόθυμον οὖσαν οἱ περὶ Εὐρυκλείδην καὶ Μικίωνα διεκώλυσαν. ὄντων δὲ τῷ Ἀράτῳ καὶ χρημάτων ἐν Κορίνθῳ καὶ οἰκίας, ὁ Κλεομένης ἥψατο μὲν οὐδενός οὐδὲ ἄλλον εἴασε, μεταπεμψάμενος δὲ τοὺς φίλους αὐτοῦ καὶ τοὺς διοικητάς ἐκέλευε πάντα διοικεῖν καὶ φυλάσσειν ὡς Ἀράτῳ λόγον ὑφέξοντας·1

事实上,当他请求援助时,埃托利亚人断然拒绝;而雅典城虽因感念阿拉图斯的恩德而颇为积极,却被欧律克莱德斯与米基翁一党所阻挠。阿拉图斯在哥林多虽有财产与私宅,克里昂米尼却秋毫无犯,亦不容他人染指,反而召来阿拉图斯的朋友和管家,命令他们管理并保管一切,俨然日后要向阿拉图斯交代账目一般。

§41.3

ἰδίᾳ δὲ πρὸς αὐτὸν ἔπεμψε Τρίπυλον καὶ πάλιν Μεγιστόνουν τὸν πατρῳόν ὑπισχνούμενος ἄλλα τε πολλὰ καὶ δώδεκα τάλαντα σύνταξιν ἐνιαύσιον, ὑπερβαλλόμενος τῷ ἡμίσει Πτολεμαῖον ἐκεῖνος γὰρ ἓξ τάλαντα τῷ Ἀράτῳ κατʼ ἐνιαυτὸν ἀπέστελλεν. ἠξίου δὲ τῶν Ἀχαιῶν ἡγεμὼν ἀναγορευθῆναι καὶ κοινῇ μετʼ αὐτῶν φυλάσσειν τὸν Ἀκροκόρινθον.

私下里,克里昂米尼先派特里普罗斯,继而又遣继父梅吉斯托诺乌斯前往阿拉图斯处,许诺给予诸多优厚条件及每年十二塔兰特的年金,比托勒密所给的还多出一半——因为托勒密每年送给阿拉图斯六塔兰特。此外,他要求被推戴为阿开亚人的领袖,并与他们共同驻守阿克罗哥林多。

§41.4

τοῦ δὲ Ἀράτου φήσαντος ὡς οὐκ ἔχοι τὰ πράγματα, μᾶλλον δὲ ὑπʼ αὐτῶν ἔχοιτο,2 καὶ κατειρωνεύσασθαι δόξαντος, ἐμβαλὼν εὐθὺς τὴν Σικυωνίαν ἐπόρθει καὶ κατέφθειρε καὶ προσεκάθητο τῇ πόλει τρεῖς μῆνας, ἐγκαρτεροῦντος τοῦ Ἀράτου καὶ διαποροῦντος εἰ δέξεται τὸν Ἀντίγονον ἐπὶ τῷ παραδοῦναι τὸν Ἀκροκόρινθον·3 ἄλλως γὰρ οὐκ ἐβούλετο βοηθεῖν.

然而,阿拉图斯却声称自己无法掌控局势,反而受制于局势,此番言辞被认为是在装腔推托。于是克里昂米尼立即挥师攻入西库昂领地,大肆劫掠毁坏,并围困该城长达三月之久。阿拉图斯虽咬牙坚守,却在是否以交出阿克罗哥林多为条件接纳安提柯一事上犹豫不决;因为若不如此,安提柯便不愿出兵相助。

语法注3 条
  1. 41.2ὡς Ἀράτῳ λόγον ὑφέξοντας

    连词 ὡς 连用将来时分词 ὑφέξοντας(阳性宾格复数),表示主句主语(克里昂米尼)的主观要求与预期:“作为将向阿拉图斯交代账目的人”。其逻辑主语为前文受词 τοὺς φίλους αὐτοῦ καὶ τοὺς διοικητάς(他的朋友与管家们)。

  2. 41.4ὡς οὐκ ἔχοι τὰ πράγματα, μᾶλλον δὲ ὑπʼ αὐτῶν ἔχοιτο

    由 ὡς 引出的间接引语中的曲说希求法(optativus obliquus),因引述动词分词 φήσαντος 为过去时,原直接引语的直陈式现在时(οὐκ ἔχω... ἔχομαι)转为希求法。此处通过动词 ἔχειν 的主动语态(“掌控”)与被动语态(“被……掌控”)构成巧妙的对仗辞锋。

  3. 41.4ἐπὶ τῷ παραδοῦναι τὸν Ἀκροκόρινθον

    介词 ἐπί 接带冠词不定式与格 τῷ παραδοῦναι,构成表示前提条件的固定句式:“以交出阿克罗哥林多为条件”。该不定式的逻辑主语依据上下文为阿拉图斯(或阿开亚同盟方面)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:41.1-41.4