← 普鲁塔克

阿拉图斯传

§39.1-39.4

与克里昂米尼谈判破裂及诸邦陷落

阿开亚同盟在惨败于克里昂米尼后欲奉其为领袖,但阿拉图斯的阻挠致使和谈破裂;二人在互相诋毁后重开战端,伯罗奔尼撒诸邦纷纷归顺或落入克里昂米尼之手。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§39.1

ἀπέβαλον δʼ οὖν οἱ Ἀχαιοὶ τὴν Μαντίνειαν, πάλιν ἑλόντος αὐτὴν τοῦ Κλεομένους, καὶ μάχῃ μεγάλῃ περὶ τὸ Ἑκατόμβαιον ἡττηθέντες οὕτω κατεπλάγησαν ὥστε πέμπειν εὐθὺς ἐφʼ ἡγεμονίᾳ1 τὸν Κλεομένη καλοῦντες εἰς Ἄργος.

无论如何,阿开亚人失去了曼提尼亚,因为克里昂米尼再次将其攻占;并且他们在赫卡通拜翁附近的一场大战中惨败,惊骇万分,以至于立即派人召克里昂米尼前往阿戈斯,愿将最高统领权托付于他。

§39.2

ὁ δὲ Ἄρατος ὡς ᾔσθετο βαδίζοντα καὶ περὶ Λέρναν ὄντα μετὰ τῆς δυνάμεως, φοβηθεὶς ἀπέστελλε πρέσβεις τοὺς ἀξιοῦντας ὡς παρὰ φίλους καὶ συμμάχους αὐτὸν ἥκειν μετὰ τριακοσίων, εἰ δὲ ἀπιστεῖ, λαβεῖν ὁμήρους, ταῦτα ὕβριν εἶναι καὶ χλευασμὸν αὑτοῦ φήσας ὁ Κλεομένης ἀνέζευξεν, ἐπιστολὴν γράψας τοῖς Ἀχαιοῖς ἐγκλήματα πολλὰ κατὰ τοῦ Ἀράτου καὶ διαβολὰς ἔχουσαν.

但阿拉图斯得知他率大军进抵勒尔纳附近,心生恐惧,便派遣使者,要求他只带三百人前来,如同来到朋友与盟友之中,若不放心则可扣押人质。克里昂米尼宣称这是对自己的侮辱与嘲弄,便拔营回师,并给阿开亚人写了一封信,其中充满了对阿拉图斯的大量指控与诋毁。

§39.3

ἔγραφε δὲ κἀκεῖνος ἐπιστολὰς κατὰ τοῦ Κλεομένους· καὶ ἐφέροντο λοιδορίαι καὶ βλασφημίαι μέχρι γάμων καὶ γυναικῶν ἀλλήλους κακῶς λεγόντων. ἐκ τούτου κήρυκα πέμψας ὁ Κλεομένης πόλεμον προεροῦντα τοῖς Ἀχαιοῖς, μικροῦ μὲν ἔλαθε τὴν Σικυωνίων πόλιν ἁρπάσας2 διὰ προδοσίας, ἐγγύθεν δὲ ἀποτραπεὶς Πελλήνῃ προσέβαλε καὶ τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν ἐκπεσόντος ἔσχε τὴν πόλιν. ὀλίγῳ δὲ ὕστερον καὶ Φενεὸν ἔλαβε καὶ Πεντέλειον.

而阿拉图斯也写信反唇相讥克里昂米尼;两人互相恶语相向,谩骂与诽谤甚至殃及婚姻与妻子。自此克里昂米尼派遣使者向阿开亚人宣战,他险些通过叛变夺取西库昂城,但从近郊折回后袭击了佩莱涅,在阿开亚统帅被驱逐后占领了该城。不久之后,他又攻取了费内奥斯和彭特莱翁。

§39.4

εἶτʼ εὐθὺς Ἀργεῖοι προσεχώρησαν αὐτῷ καὶ Φλιάσιοι φρουρὰν ἐδέξαντο· καὶ ὅλως οὐδὲν ἔτι τῶν ἐπικτήτων βέβαιον ἦν τοῖς Ἀχαιοῖς, ἀλλὰ θόρυβος πολὺς ἄφνω περιειστήκει τὸν Ἄρατον, ὁρῶντα3 τὴν Πελοπόννησον κραδαινομένην καὶ τὰς πόλεις ἐξανισταμένας ὑπὸ τῶν νεωτεριζόντων πανταχόθεν.

随后,阿戈斯人立即归顺了他,弗利乌斯人接受了驻军;总体而言,阿开亚人所新得之地再无一处稳固,而阿拉图斯见伯罗奔尼撒动荡不安,各地城邦因求变分子的鼓动而揭竿而起,顿时陷入巨大的纷乱与恐慌之中。

语法注3 条
  1. 39.1ἐφʼ ἡγεμονίᾳ

    介词 ἐπί 支配与格,表示条件或身份(“以交出统领权为条件”),修饰 καλοῦντες εἰς Ἄργος。

  2. 39.3μικροῦ μὲν ἔλαθε τὴν Σικυωνίων πόλιν ἁρπάσας

    由副词性属格 μικροῦ(“险些”、“差一点”)与动词 λανθάνω 搭配分词(ἁρπάσας)构成的惯用句式,意为“险些神不知鬼不觉地攻取了西库昂城”(即“几乎夺取了该城”)。

  3. 39.4περιειστήκει τὸν Ἄρατον, ὁρῶντα

    动词 περιειστήκει(περιίστημι 的过去完成时)支配宾格 τὸν Ἄρατον(“包围/笼罩了阿拉图斯”)。分词 ὁρῶντα 在性、数、格上与宾格 τὸν Ἄρατον 一致,表伴随状况或原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:39.1-39.4