- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:3.1-3.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿拉托斯逃脱后在阿尔戈斯长大,体魄健硕并对僭主深恶痛绝。在锡库翁,阿班提达斯及其后继者帕塞阿斯相继遇刺,尼科克勒斯篡位成为新的僭主。
οὕτω δʼ ἐκκλαπέντι τῷ Ἀράτῳ καὶ διαφυγόντι τὸν κίνδυνον1 εὐθὺς μὲν ἐνεφύετο καὶ συνηύξετο τὸ σφοδρὸν καὶ διάπυρον μῖσος ἐπὶ τοὺς τυράννους, τρεφόμενος δὲ παρὰ τοῖς ἐν Ἄργει ξένοις καὶ φίλοις πατρῴοις ἐλευθερίως, καὶ τὸ σῶμα βλαστάνον ὁρῶν εἰς εὐεξίαν καὶ μέγεθος, ἐπέδωκεν ἑαυτὸν ἀσκήσει τῇ περὶ παλαίστραν, ὥστε καὶ πένταθλον ἀγωνίσασθαι καὶ στεφάνων τυχεῖν.
阿拉托斯就这样被偷运出来而逃脱了险境,他心中立刻萌生出对僭主们强烈而炽热的仇恨,并随之滋长;他在阿尔戈斯父辈的客友和友人之中受到了自由民当有的良好抚育,见自己的身躯日益健壮魁梧,便投身于角力学校的体魄锻炼,以至于参加了五项全能竞赛并赢得了花冠。
ἐπιφαίνεται δʼ ἀμέλει καὶ ταῖς εἰκόσιν ἀθλητική τις ἰδέα, καὶ τὸ συνετὸν τοῦ προσώπου καὶ βασιλικὸν οὐ παντάπασιν ἀρνεῖται τὴν ἀδηφαγίαν καὶ τὸ σκαφεῖον.2 ὅθεν ἐνδεέστερον ἴσως ἢ πολιτικῷ προσῆκον ἦν ἀνδρὶ περὶ τὸν λόγον ἐσπούδασε καίτοι γεγονέναι κομψότερον εἰπεῖν3 ἢ δοκεῖ τισιν ἐκ τῶν ὑπομνημάτων κρίνουσιν, ἃ παρέργως καὶ ὑπὸ χεῖρα διὰ τῶν ἐπιτυχόντων ὀνομάτων ἁμιλλησάμενος κατέλιπε.
确实,在他的肖像上也显露出某种运动员的风貌,面容中的聪颖与王者之气并未完全掩盖那盛大的食量和角力场的土铲。因此,他或许并未如一位政治家所应有的那样专注修辞辩论,尽管据说他作为演说者其实比那些根据其《回忆录》来评判的人所认为的要更为优雅——那部回忆录是他作为余事、在仓促之间信手拈来寻常字词信笔写下而留传的。
χρόνῳ δὲ ὕστερον Ἀβαντίδαν μὲν οἱ περὶ Δεινίαν καὶ Ἀριστοτέλη τὸν διαλεκτικόν, εἰωθότα τοῖς λόγοις αὐτῶν κατʼ ἀγορὰν σχολαζόντων ἑκάστοτε παρεῖναι καὶ συμφιλονεικεῖν, ἐμβαλόντες εἰς τοιαύτην διατριβὴν καὶ κατασκευάσαντες ἐπιβουλὴν ἀνεῖλον, Πασέαν δὲ τὸν Ἀβαντίδου πατέρα τὴν ἀρχὴν ὑπολαβόντα Νικοκλῆς δολοφονήσας ἑαυτὸν ἀνέδειξε τύραννον.
后来,由于阿班提达斯习惯在代尼亚斯和辩证学者亚里士多德在广场讲学交谈时常去在场并参与争论,代尼亚斯和亚里士多德等人便引诱他加入此类论辩,设下圈套诛杀了他;而当阿班提达斯的父亲帕塞阿斯接掌政权之后,尼科克勒斯暗杀了他,并自立为僭主。
τοῦτον ἐμφερέστατον λέγουσι τὴν ὄψιν Περιάνδρῳ τῷ Κυψέλου γενέσθαι, καθάπερ Ἀλκμαίωνι μὲν τῷ Ἀμφιάρεω τὸν Πέρσην Ὀρόντην,4 Ἕκτορι δὲ τὸν Λακεδαιμόνιον νεανίσκον, ὃν ἱστορεῖ Μυρτίλος ὑπὸ πλήθους τῶν θεωμένων, ὡς τοῦτο ἔγνωσαν, καταπατηθῆναι.
据说此人的容貌与库普塞洛斯之子佩里安德极其相似,正如波斯人俄隆忒斯之于安菲阿拉奥斯之子阿尔克迈翁,以及斯巴达青年之于赫克托耳;根据缪尔提洛斯的记载,当观众群察觉这青年长相如此时,他竟被人群踩踏而死。
- 3.1ἐκκλαπέντι τῷ Ἀράτῳ καὶ διαφυγόντι τὸν κίνδυνον
与格分词短语充当随后的主动词 ἐνεφύετο καὶ συνηύξετο 的关系与格(或表示心理处所的与格)。而后半句转入主格结构(τρεφόμενος ... ὁρῶν ... ἐπέδωκεν ἑαυτὸν),语法主语由前半句的 μῖσος 转换为了阿拉托斯本人。
- 3.2τὸ σκαφεῖον
字面意为“掘土铲/铁锹”,特指角力学校(palaestra)中用以翻松或平整沙土的工具。此处与前面的 ἀδηφαγία(大食)并列,用作借喻,象征重竞技运动员严苛的体能训练及其粗壮的体格特征。
- 3.2καίτοι γεγονέναι κομψότερον εἰπεῖν
完成体不定式 γεγονέναι 承前省略了间接引语动词(如 λέγεται),意为“虽然据说他……”。而不定式 εἰπεῖν 则是附属性(规定性)不定式,用于修饰和限定比较级形容词 κομψότερον(“在演说/言谈方面更为典雅”)。
- 3.4καθάπερ Ἀλκμαίωνι μὲν τῷ Ἀμφιάρεω τὸν Πέρσην Ὀρόντην
承接主句 τοῦτον ἐμφερέστατον ... Περιάνδρῳ ... γενέσθαι 的“宾格+与格”结构的省略句。καθάπερ 引导的分句中省略了 [ἐμφερέστατον γενέσθαι λέγουσι],其中相似者用宾格(τὸν Πέρσην Ὀρόντην、τὸν Λακεδαιμόνιον νεανίσκον),被仿照/被相像的对象用与格(Ἀλκμαίωνι、Ἕκτορι)对应并列。
