- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:38.1-38.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿拉图斯在奥尔科墨诺斯取胜后,因畏惧克里昂米尼的崛起而拒绝连任统帅,因而受到历史学家的严厉谴责,被指责弃国家于危难之中,反而引狼入室招来宿敌马其顿王安提柯。
οὕτω δὲ προπηλακισθείς ἐβουλεύσατο μὲν εὐθὺς ἀποθέσθαι τὴν σφραγῖδα καὶ τὴν στρατηγίαν ἀφεῖναι, λογισμῷ δὲ χρησάμενος τότε μὲν ὑπέμεινε, καὶ πρὸς Ὀρχομενὸν ἐξαγαγὼν τοὺς Ἀχαιούς μάχην ἔθετο πρὸς Μεγιστόνουν τὸν Κλεομένους πατρῳόν, ἐν ᾗ κρατήσας τριακοσίους μὲν ἀπέκτεινε, ζῶντα δὲ τὸν Μεγιστόνουν συνέλαβεν.
遭到如此侮辱后,他起初打算立即交出印信并辞去统帅之职,但经过理性思考后,当时暂且忍耐了下来,率领阿开亚人出征奥尔科墨诺斯,与克里昂米尼的继父墨吉斯托诺乌斯交战;在这场战斗中,他大获全胜,斩敌三百人,并生擒了墨吉斯托诺乌斯。
εἰωθὼς δὲ στρατηγεῖν παρʼ ἐνιαυτόν, ὡς ἡ τάξις αὐτῷ περιῆλθε, καλούμενος ἐξωμόσατο, καὶ Τιμόξενος ᾑρέθη στρατηγός, ἐδόκει δὲ ἡ μὲν πρὸς τοὺς ὄχλους ὀργὴ πρόφασις εἶναι λεγομένη τῆς ἐξωμοσίας ἀπίθανος, αἰτία δʼ ἀληθὴς τὰ περιεστῶτα τοὺς Ἀχαιούς, οὐκέθʼ ὡς πρότερον ἀτρέμα καὶ σχέδην τοῦ Κλεομένους ἐπιβαίνοντος οὐδʼ ἐμπλεκομένου ταῖς πολιτικαῖς ἀρχαῖς, ἀλλʼ ἐπεὶ τοὺς ἐφόρους ἀποκτείνας καὶ τὴν χώραν ἀναδασάμενος καὶ πολλοὺς τῶν μετοίκων ἐμβαλὼν εἰς τὴν πολιτείαν ἔσχεν ἰσχὺν ἀνυπεύθυνον, εὐθὺς ἐπικειμένου τοῖς Ἀχαιοῖς καὶ τῆς ἡγεμονίας ἑαυτὸν ἀξιοῦντος. διὸ καὶ μέμφονται τὸν Ἄρατον ἐν σάλῳ μεγάλῳ καὶ χειμῶνι τῶν πραγμάτων φερομένων ὥσπερ κυβερνήτην ἀφέντα καὶ προέμενον ἑτέρῳ τοὺς οἴακας, ὅτε καλῶς εἶχε καὶ ἀκόντων ἐπιστάντα σῴζειν τὸ κοινόν· εἰ δʼ ἀπεγνώκει τὰ πράγματα καὶ τὴν δύναμιν τῶν Ἀχαιῶν, εἶξαι τῷ Κλεομένει, καὶ μὴ πάλιν τὴν Πελοπόννησον ἐκβαρβαρῶσαι1 φρουραῖς Μακεδόνων, μηδὲ πληρῶσαι τὸν Ἀκροκόρινθον Ἰλλυρικῶν ὅπλων καὶ Γαλατικῶν, μηδὲ οὓς αὐτὸς ἐν ταῖς πράξεσι καταστρατηγῶν καὶ καταπολιτευόμενος, ἐν δὲ τοῖς ὑπομνήμασι λοιδορῶν διετέλει, τούτους ἐπάγεσθαι δεσπότας ταῖς πόλεσι συμμάχους ὑποκοριζόμενον.
由于他习惯于隔年担任统帅,当轮次再次转到他时,虽然受到推举,他却发誓辞谢,季莫克塞诺斯因而当选为统帅;人们认为,他宣称对民众的愤恨只是推辞的站不住脚的借口,真正的根源在于阿开亚人面临的危殆局势,因为克里昂米尼不再像从前那样谨慎缓慢地推进,也不再受限于公民行政长官的体制,而是在杀害监察官、重分土地、并将大量外侨纳入公民群体之后,掌握了不受监督的独裁权力,随即向阿开亚人发起猛攻,自认为理当拥有霸权。因此人们也指责阿拉图斯,因为在局势如临狂澜风暴时,他却如舵手一般放弃了船舵,将其让与他人,而本应挺身而出,哪怕违背民众意愿也要拯救国家;而且,如果他对局势和阿开亚人的力量已然绝望,本应向克里昂米尼让步,而不应以马其顿人的驻军使伯罗奔尼撒再度野蛮化,也不应让阿克罗科林斯充斥着伊利里亚人和高卢人的兵器,更不应将自己在实务中屡屡在军事与政治上压制、在回忆录中终身辱骂之人,巧言粉饰为盟友而引为诸邦的主人。
εἰ δὲ Κλεομένης ἦν, λεγέσθω γὰρ οὕτως, παράνομος καὶ τυραννικός, ἀλλʼ Ἡρακλεῖδαι πατέρες αὐτῷ καὶ Σπάρτη πατρίς, ἧς τὸν ἀφανέστατον ἄξιον ἀντὶ τοῦ πρώτου Μακεδόνων ἡγεμόνα ποιεῖσθαι τοὺς ἔν τινι λόγῳ τὴν Ἑλληνικὴν τιθεμένους εὐγένειαν.2 καίτοι Κλεομένης ᾔτει τὴν ἀρχὴν παρὰ τῶν Ἀχαιῶν ὡς πολλὰ ποιήσων ἀγαθὰ τὰς πόλεις ἀντὶ τῆς τιμῆς καὶ τῆς προσηγορίας ἐκείνης, Ἀντίγονος δὲ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν αὐτοκράτωρ ἡγεμὼν ἀναγορευθείς οὐχ ὑπήκουσε πρὶν τὸν μισθὸν αὐτῷ τῆς ἡγεμονίας ὁμολογηθῆναι τὸν Ἀκροκόρινθον, ἀτεχνῶς τὸν Αἰσώπου μιμησάμενος κυνηγόν. οὐ γὰρ πρότερον ἐπέβη τοῖς Ἀχαιοῖς δεομένοις καὶ ὑποβάλλουσιν αὑτοὺς διὰ τῶν πρεσβειῶν καὶ τῶν ψηφισμάτων ἢ τῇ φρουρᾷ καὶ τοῖς ὁμήροις ὥσπερ χαλινουμένους ἀνασχέσθαι.3
即使克里昂米尼是——姑且权当如此——一个违法暴虐之人,但他的先祖是赫拉克勒斯的后裔,他的祖国是斯巴达;凡是对希腊人高贵血统稍有看重之人,都会认为斯巴达最默默无闻之人,也比马其顿的第一人更有资格被立为领袖。更何况克里昂米尼向阿开亚人索求统帅之职,本意是以极多的恩惠回报各邦,以此换取那一荣誉与头衔,而安提柯虽然被宣布为陆海全权统帅,但在阿克罗科林斯被承诺作为统帅霸权的报酬之前,根本不加理会,完全效仿了伊索寓言中的猎人。因为当阿开亚人通过使团和决议祈求并臣服于他时,他并未骑上他们的背,直到他们容忍被驻军与人质如同上了嚼子一般驯服拘禁。
καίτοι πᾶσαν ὁ Ἄρατος ἀφίησι φωνὴν ἀπολογιζόμενος τὴν ἀνάγκην, ὁ Πολύβιος δὲ αὐτὸν ἐκ πολλοῦ φησι καὶ πρὸ τῆς ἀνάγκης ὑφορώμενον τὸ θράσος τὸ τοῦ Κλεομένους κρύφα τῷ Ἀντιγόνῳ διαλέγεσθαι, καὶ τοὺς Μεγαλοπολίτας προκαθιέναι δεομένους Ἀχαιῶν ἐπικαλεῖσθαι τὸν Ἀντίγονον. οὗτοι γὰρ ἐπιέζοντο τῷ πολέμῳ μάλιστα, συνεχῶς ἄγοντος αὑτοὺς καὶ φέροντος τοῦ Κλεομένους.
尽管阿拉图斯用尽一切言辞辩解这是出于迫不得已,但波利比乌斯却说,早在迫不得已之前,他就疑惧克里昂米尼的胆魄,暗中与安提柯联络,并唆使梅加洛波利斯人出面,恳求阿开亚人向安提柯求援。因为这些人受战争压迫最深,克里昂米尼不断对他们抄掠洗劫。
ὁμοίως δὲ καὶ Φύλαρχος ἱστόρηκε περὶ τούτων, ᾧ μὴ τοῦ Πολυβίου μαρτυροῦντος οὐ πάνυ τι πιστεύειν ἄξιον ἦν. ἐνθουσιᾷ γὰρ ὅταν ἅψηται τοῦ Κλεομένους, ὑπʼ εὐνοίας, καὶ καθάπερ ἐν δίκῃ τῇ ἱστορίᾳ τῷ μὲν ἀντιδικῶν διατελεῖ, τῷ δὲ συναγορεύων.
菲拉尔库斯对这些事件也有同样的记述;若不是有波利比乌斯的作证,此人本是不太值得信任的。因为出于偏袒,他每逢谈及克里昂米尼便神魂颠倒,在历史叙述中仿佛在法庭辩论一般,始终在控诉一方,而为另一方极力辩护。
- 38.4εἰ δʼ ἀπεγνώκει τὰ πράγματα καὶ τὴν δύναμιν τῶν Ἀχαιῶν, εἶξαι τῷ Κλεομένει, καὶ μὴ πάλιν τὴν Πελοπόννησον ἐκβαρβαρῶσαι
在条件句的归结从句中,不定式系列(εἶξαι、ἐκβαρβαρῶσαι、πληρῶσαι、ἐπάγεσθαι)在句法上承接前文的主动词 μέμφονται(谴责),作为间接引语表达谴责的具体内容,内含本应如何作为的义务意义(“本应让步……而不应使之野蛮化……”)。各语言译文均统一处理为表示谴责内容的义务性不定式结构。
- 38.5ἧς τὸν ἀφανέστατον ἄξιον ἀντὶ τοῦ πρώτου Μακεδόνων ἡγεμόνα ποιεῖσθαι τοὺς ἔν τινι λόγῳ τὴν Ἑλληνικὴν τιθεμένους εὐγένειαν
由关系代词 ἧς(先行词为 Σπάρτη)引导的分句中,形容词 ἄξιον 承载省略的系动词(ἦν 或 ἐστί),支配“宾格加不定式”结构。分词短语 τοὺς ... τιθεμένους 为不定式 ποιεῖσθαι 的逻辑主语(宾格),τὸν ἀφανέστατον 为直接宾语,ἡγεμόνα 为宾语补足语,整体结构为“凡重视希腊高贵血统者,立斯巴达最无名之辈为领袖,亦优于立马其顿第一人为领袖”。
- 38.6οὐ γὰρ πρότερον ἐπέβη τοῖς Ἀχαιοῖς δεομένοις καὶ ὑποβάλλουσιν αὑτοὺς διὰ τῶν πρεσβειῶν καὶ τῶν ψηφισμάτων ἢ τῇ φρουρᾷ καὶ τοῖς ὁμήροις ὥσπερ χαλινουμένους ἀνασχέσθαι
关联结构 οὐ πρότερον ... ἤ(……之前绝不……)后接不定式 ἀνασχέσθαι。在主句中“阿开亚人”原为与格(τοῖς Ἀχαιοῖς δεομένοις...),但在不定式从属短语中,修饰他们的分词转换为宾格(χαλινουμένους),充当 ἀνασχέσθαι 的逻辑主语。此句借用了《伊索寓言》中马为战胜鹿而允许人骑乘、最终被戴上嚼子沦为奴仆的典故。
