- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:37.1-37.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
由于阿拉图斯采取谨慎战术阻拦部队渡涧,孤身追击的吕狄亚达斯中伏阵亡,导致全军溃败。愤怒的阿开亚人谴责阿拉图斯见死不救,并投票决定停止为他提供战费。
οὐ μὴν ἀλλὰ τῶν ψιλῶν ἐκδραμόντων καὶ ὠσαμένων τοὺς Σπαρτιάτας ἄχρι τοῦ στρατοπέδου καὶ περὶ τὰς σκηνὰς διασπαρέντων, ὁ μὲν Ἄρατος οὐδʼ ὥς1 ἐπήγαγεν, ἀλλʼ ἐν μέσῳ λαβὼν χαράδραν2 ἐπέστησε καὶ κατεκώλυσε διαβῆναι τοὺς ὁπλίτας· ὁ δὲ Λυδιάδης περιπαθῶν πρὸς τὰ γιγνόμενα καὶ τὸν Ἄρατον κακίζων ἀνεκαλεῖτο τοὺς ἱππεῖς ὡς αὑτόν, ἀξιῶν ἐπιφανῆναι τοῖς διώκουσι καὶ μὴ προέσθαι τὸ νίκημα μηδὲ ἐγκαταλιπεῖν αὑτόν ὑπὲρ τῆς πατρίδος ἀγωνιζόμενον.
然而,即使在轻步兵出击将斯巴达人一路逼退至其营地、并分散于帐篷四周之时,阿拉图斯依然没有发起推进,而是隔着横在当中的一道山涧止住了部队,阻拦重装步兵渡过。但吕狄亚达斯对眼前的局势愤慨不已,斥责阿拉图斯怯懦,并将骑兵召集至自己身边,要求他们前往驰援追击的士兵,切勿断送这场胜利,也不要抛弃为祖国奋战的自己。
πολλῶν δὲ συστραφέντων καὶ ἀγαθῶν ἐπιρρωσθεὶς ἐνέβαλε τῷ δεξιῷ τῶν πολεμίων καὶ τρεψάμενος ἐδίωκεν, ὑπὸ θυμοῦ καὶ φιλοτιμίας ἀταμιεύτως ἐπισπασθεὶς εἰς χωρία σκολιὰ καὶ μεστὰ δένδρων πεφυτευμένων καὶ τάφρων πλατειῶν, ἐν οἷς ἐπιθεμένου τοῦ Κλεομένους ἔπεσε λαμπρῶς ἀγωνισάμενος τὸν κάλλιστον τῶν ἀγώνων ἐπὶ θύραις τῆς πατρίδος.
在许多勇士集结响应后,吕狄亚达斯士气大振,猛冲敌人的右翼,击溃了他们并实施追击;但他在激情与好胜心的驱使下不加克制,被引诱至一片地势曲折、遍植树木且布满宽沟的地带。克里昂米尼在此地发起突袭,吕狄亚达斯在祖国的门前辉煌地打了一场最崇高的战斗之后阵亡。
οἱ δʼ ἄλλοι φεύγοντες εἰς τὴν φάλαγγα καὶ συνταράξαντες τοὺς ὁπλίτας ὅλον τὸ στράτευμα τῆς ἥττης ἐνέπλησαν. αἰτίαν δὲ μεγάλην ὁ Ἄρατος ἔλαβε δόξας προέσθαι τὸν Λυδιάδην·3 καὶ βιασθεὶς ὑπὸ τῶν Ἀχαιῶν ἀπερχομένων πρὸς ὀργήν ἠκολούθησεν αὐτοῖς εἰς Αἴγιον. ἐκεῖ δὲ συνελθόντες ἐψηφίσαντο μὴ διδόναι χρήματα αὐτῷ μηδὲ μισθοφόρους τρέφειν ἀλλʼ αὑτῷ πορίζειν,4 εἰ δέοιτο πολεμεῖν.
其余的人逃入主方阵中,冲乱了重装步兵,使整支军队陷于溃败。阿拉图斯由于被认为舍弃了吕狄亚达斯,遭到了极大的指责;在愤怒离去的阿开亚人的强迫下,他跟随他们前往埃吉翁。阿开亚人在那里集会后通过决议:不向他拨发经费,也不为他供养雇佣兵,他若要用兵,则必须自行筹措资金。
- 37.1οὐδʼ ὥς
否定词 οὐδέ 与带有锐音符的副词 ὥς(即 οὕτως 的重读形式)组成的习惯搭配,意为“即使那样也不”或“尽管如此依然不”。它体现出主句动作与前文属格独立结构之间的转折关系。
- 37.1ἐν μέσῳ λαβὼν χαράδραν
意为“将山涧置于中间/隔着山涧”。这里的分词 λαβών 表示在两军之间横亘着某种地形阻碍,即阿拉图斯以这道山涧为界阻隔双方,从而叫停了部队的前进。
- 37.3δόξας προέσθαι τὸν Λυδιάδην
主格分词 δόξας 与主句主语 ὁ Ἄρατος 一致,作原因状语(“因被认为/被怀疑”)。不定词 προέσθαι(προΐημι 的第二不定过去时中动形式)意为“舍弃”、“见死不救”,带宾格补足语 τὸν Λυδιάδην。
- 37.3ἀλλʼ αὑτῷ πορίζειν
由前文的 ἐψηφίσαντο(“他们决议”)所支配的间接引语不定词结构。αὑτῷ 是反身代词 ἑαυτῷ 的缩约形式(与格),作利益与格(“为他自己”),不定词隐含的逻辑主语是阿拉图斯。
