- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:36.1-36.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿拉图斯在吕凯翁山被克里昂米尼击败并一度传出死讯,但他随即反击并奇袭夺取了曼提尼亚。此后在救援麦加洛波利斯时,他出于谨慎避免与年轻勇猛的克里昂米尼正面交战。
ἐν ταύτῃ τῇ στρατηγίᾳ περὶ τὸ Λύκαιον ἡττηθεὶς ὑπὸ τοῦ Κλεομένους ἔφυγε· καὶ πλανηθεὶς νυκτὸς ἔδοξε μὲν τεθνάναι καὶ πάλιν οὗτος ὁ λόγος κατʼ αὐτοῦ πολὺς ἐξεφοίτησεν εἰς τοὺς Ἕλληνας· ἀνασωθεὶς δὲ καὶ τοὺς στρατιώτας συναγαγών οὐκ ἠγάπησεν ἀσφαλῶς ἀπελθεῖν, ἀλλʼ ἄριστα τῷ καιρῷ χρησάμενος οὐδενὸς προσδοκῶντος οὐδὲ συλλογιζομένου τὸ μέλλον ἐξαίφνης ἐπέπεσε Μαντινεῦσι συμμάχοις οὖσι τοῦ Κλεομένους· καὶ τὴν πόλιν ἑλών φρουρὰν ἐνέβαλε καὶ τοὺς μετοίκους πολίτας ἐποίησεν αὐτῶν, καὶ μόνος ἃ νικῶντες οὐκ ἂν ῥᾳδίως ἔσχον ἐκτήσατο νενικημένοις τοῖς Ἀχαιοῖς.1
在这次统帅任期内,〔阿拉图斯〕在吕凯翁山附近被克里昂米尼击败而逃遁;他在夜间迷失了方向,以致众人以为他已阵亡,关于他的这一谣传再次在希腊人中广泛流传。但他脱险生还并重整部众后,并不满足于只是安全撤退,而是极好地利用了时机,在无人预料也无人推算将要发生何事之际,突然袭击了身为克里昂米尼盟友的曼提尼亚人。在攻陷该城后,他驻扎了守备部队,并将城内的外侨接纳为公民,从而独自为战败的阿开亚人赢得了即使获胜也未必能轻易得到的成果。
αὖθις δὲ τῶν Λακεδαιμονίων ἐπὶ Μεγάλην πόλιν στρατευσάντων βοηθήσας ὤκνει μὲν ἁψιμαχοῦντι τῷ Κλεομένει λαβὴν παρασχεῖν καὶ τοῖς Μεγαλοπολίταις βιαζομένοις ἀντεῖχεν, οὔτε ἄλλως πρὸς τὰς κατὰ στόμα μάχας εὖ πεφυκώς καὶ τότε λειπόμενός τε πλήθει καὶ πρὸς ἄνδρα τολμητὴν καὶ νέον ἤδη παρακμάζοντι τῷ θυμῷ καὶ κεκολασμένῃ τῇ φιλοτιμίᾳ συνεστηκώς, καὶ νομίζων ἣν διὰ τοῦ τολμᾶν ἐκεῖνος ἐξ οὐχ ὑπαρχόντων ἐκτᾶτο δόξαν αὑτῷ κεκτημένῳ φυλακτέον εἶναι2 διὰ τῆς εὐλαβείας.
后来,斯巴达人进军麦加洛波利斯,〔阿拉图斯〕前往救援,却不愿给正在挑起小规模冲突的克里昂米尼留下可乘之机,并极力制止催逼求战的麦加洛波利斯人。因为他本就不擅长正面交锋的战斗,当时不仅在兵力上处于劣势,而且自己锐气已消、雄心受挫,却要面对一个大胆而年轻的对手;加之他认为,对方凭借冒险正在从无到有地争取的名声,自己既然已经拥有,就应当用谨慎去守护。
- 36.2ἃ νικῶντες οὐκ ἂν ῥᾳδίως ἔσχον ἐκτήσατο νενικημένοις τοῖς Ἀχαιοῖς
关系从句 ἃ νικῶντες οὐκ ἂν ῥᾳδίως ἔσχον 作 ἐκτήσατο 的直接宾语(先行词省略)。分词 νικῶντες 表条件(“即使获胜”),与 ἂν ἔσχον 构成过去与事实相反的条件句结果。与格短语 νενικημένοις τοῖς Ἀχαιοῖς 为利益与格(“为战败的阿开亚人”),与前面的 νικῶντες 形成了鲜明对比。
- 36.3ἣν διὰ τοῦ τολμᾶν ἐκεῖνος ἐξ οὐχ ὑπαρχόντων ἐκτᾶτο δόξαν αὑτῷ κεκτημένῳ φυλακτέον εἶναι
先行词 δόξαν 被内并入关系从句 ἣν ... ἐκτᾶτο 中(常规语序应为 τὴν δόξαν ἣν...)。αὑτῷ κεκτημένῳ 是动形词短语 φυλακτέον εἶναι 的施事与格,其中完成时分词 κεκτημένῳ 表状态(“对自己这个已经拥有之人而言”)。介词短语 ἐξ οὐχ ὑπαρχόντων 为惯用结构,意为“从无到有”或“在缺乏基础的情况下”。
