- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:35.1-35.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿拉图斯促成阿里斯托马库斯放弃阿尔戈斯的僭主统治并率城加入阿开亚同盟,其间吕迪亚达斯企图争功并引发对立,最终在随后对斯巴达战役的分歧与统帅选举中,阿拉图斯击败吕迪亚达斯并第十二次当选统帅。
ὁ δὲ Ἄρατος ἐξεργαζόμενος τὴν παλαιὰν ὑπόθεσιν, καὶ δυσανασχετῶν τὴν ἐν Ἄργει τυραννίδα γειτνιῶσαν αὐτοῖς, ἔπειθε πέμπων τὸν Ἀριστόμαχον εἰς μέσον θεῖναι1 καὶ προσαγαγεῖν τοῖς Ἀχαιοῖς τὴν πόλιν, καὶ ζηλώσαντα Λυδιάδην ἔθνους τηλικούτου μετʼ εὐφημίας καὶ τιμῆς στρατηγὸν εἶναι μᾶλλον ἢ μιᾶς πόλεως κινδυνεύοντα καὶ μισούμενον τύραννον.
阿拉图斯为了贯彻其长久以来的计划,且对邻近的阿尔戈斯僭主统治深感不安,便派人游说阿里斯托马库斯,劝其交出政权公之于众,并将该城并入阿开亚同盟;劝他效仿吕迪亚达斯,在赞誉与尊荣中成为如此庞大族群的统帅,而不是充当身处险境、为人憎恨的孤城僭主。
ὑπακούσαντος δὲ τοῦ Ἀριστομάχου καὶ κελεύσαντος αὐτῷ πεντήκοντα τάλαντα πέμψαι τὸν Ἄρατον, ὅπως ἀπαλλάξῃ καὶ διαλύσηται τοὺς παρʼ αὐτῷ στρατευομένους, καὶ τῶν χρημάτων ποριζομένων, ὁ Λυδιάδης ἔτι στρατηγῶν καὶ φιλοτιμούμενος ἴδιον αὐτοῦ πολίτευμα τοῦτο πρὸς τοὺς Ἀχαιοὺς γενέσθαι, τοῦ μὲν Ἀράτου κατηγόρει πρὸς Ἀριστόμαχον ὡς δυσμενῶς καὶ ἀδιαλλάκτως ἀεὶ πρὸς τοὺς τυράννους ἔχοντος, αὐτῷ δὲ πείσας τὴν πρᾶξιν ἐπιτρέψαι2 προσήγαγε τοῖς Ἀχαιοῖς τὸν ἄνθρωπον.
阿里斯托马库斯接受了建议,并要求阿拉图斯送去五十塔兰托,以便他能够遣散并解散麾下的雇佣军。正当资金筹措之际,尚在统帅任上且急欲将这一对阿开亚人的建树归功于自身的吕迪亚达斯,在阿里斯托马库斯面前指责阿拉图斯,称其对僭主向来怀有敌意且绝不妥协;随后他劝说阿里斯托马库斯将此事托付给自己,并亲自引荐此人来到阿开亚人面前。
ἔνθα δὴ μάλιστα φανερὰν ἐποίησαν οἱ σύνεδροι τῶν Ἀχαιῶν τὴν πρὸς τὸν Ἄρατον εὔνοιαν καὶ πίστιν. ἀντειπόντος μὲν γὰρ αὐτοῦ διʼ ὀργήν ἀπήλασαν τοὺς περὶ τὸν Ἀριστόμαχον ἐπεὶ δὲ συμπεισθεὶς πάλιν αὐτὸς ἤρξατο περὶ αὐτῶν διαλέγεσθαι παρὼν, πάντα ταχέως καὶ προθύμως ἐψηφίσαντο, καὶ προσεδέξαντο μὲν τοὺς Ἀργείους καὶ Φλιασίους εἰς τὴν πολιτείαν, ἐνιαυτῷ δὲ ὕστερον καὶ τὸν Ἀριστόμαχον εἵλοντο στρατηγόν.
此时,阿开亚同盟的议事会最为明显地展现出对阿拉图斯的情谊与信任。因为当阿拉图斯因愤怒而表示反对时,他们便驱逐了阿里斯托马库斯一行;然而当阿拉图斯回心转意,亲自到场并再次为他们陈情时,他们迅速而热烈地通过了所有决议,接纳阿尔戈斯人与菲利乌斯人加入其城邦同盟,并在一年后选举阿里斯托马库斯为统帅。
ὁ δὲ εὐημερῶν παρὰ τοῖς Ἀχαιοῖς καὶ βουλόμενος εἰς τὴν Λακωνικὴν ἐμβαλεῖν ἐκάλει τὸν Ἄρατον ἐξ Ἀθηνῶν, ὁ δὲ ἔγραφε μὲν αὐτῷ τὴν στρατείαν ἀπαγορεύων καὶ τῷ Κλεομένει θράσος ἔχοντι καὶ παραβόλως αὐξανομένῳ συμπλέκεσθαι τοὺς Ἀχαιοὺς μὴ βουλόμενος, ὡρμημένου δὲ πάντως3 ὑπήκουσε καὶ παρὼν συνεστράτευεν.
阿里斯托马库斯在阿开亚人中声威日著,打算入侵拉科尼亚,遂从雅典召回阿拉图斯。阿拉图斯致信劝阻这次出征,不愿阿开亚人与意气风发且冒险壮大势力的克里昂米尼交锋;但见阿里斯托马库斯心意已决,他便依从其请,亲临军中随同出征。
ὅτε δὴ καὶ κωλύσας περὶ τὸ Παλλάντιον τοῦ Κλεομένους ἐπιφανέντος αὐτοῖς μάχην συνάψαι τὸν Ἀριστόμαχον4 ὑπὸ Λυδιάδου κατηγορήθη, καὶ περὶ τῆς στρατηγίας εἰς ἀγῶνα καὶ ἀντιπαραγγελίαν αὐτῷ καταστάς ἐκράτησε τῇ χειροτονίᾳ καὶ τὸ δωδέκατον ᾑρέθη στρατηγός.
正是在这次远征中,当克里昂米尼在帕兰提翁附近现身时,阿拉图斯阻止了阿里斯托马库斯与之交战,因而遭到吕迪亚达斯的指控;在围绕统帅一职与对方展开的竞争与竞选中,阿拉图斯在表决中获胜,第十二次当选统帅。
- 35.1εἰς μέσον θεῖναι
字面义为“置于中央”,系一习语,指放弃个人专制的僭主权力,将政权公诸于众、还政于民。
- 35.2αὐτῷ δὲ πείσας τὴν πρᾶξιν ἐπιτρέψαι
与格 αὐτῷ 作间接反身代词指代主语吕迪亚达斯自身(“向其自身/托付给自己”),分词 πείσας 的逻辑宾语(阿里斯托马库斯)由上下文承前省略。
- 35.4ὡρμημένου δὲ πάντως
由完成时被动态分词 ὡρμημένου 构成的属格独立结构。其逻辑主语(阿里斯托马库斯)承前省略,意为“鉴于他决意已定”。
- 35.5κωλύσας περὶ τὸ Παλλάντιον τοῦ Κλεομένους ἐπιφανέντος αὐτοῖς μάχην συνάψαι τὸν Ἀριστόμαχον
分词 κωλύσας 统领不定式短语 μάχην συνάψαι,其逻辑主语为宾格 τὸν Ἀριστόμαχον(“阻止阿里斯托马库斯交战”);中间插入了属格独立结构 τοῦ Κλεομένους ἐπιφανέντος αὐτοῖς(“当克里昂米尼在他们面前现身时”)。
