← 普鲁塔克

阿拉图斯传

§34.1-34.5

阿拉图斯阵亡虚讯与助雅典光复

阿拉图斯在德米特里即位初期的溃败及阵亡虚讯中安然无恙,随后宽恕了雅典人;待德米特里死后,他抱病前往相助,出资并斡旋收回雅典诸要塞,极大地扩张了阿开亚同盟的势力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34.1

Ἀντιγόνου δὲ ἀποθανόντος καὶ Δημητρίου τὴν βασιλείαν παραλαβόντος ἔτι μᾶλλον ἐνέκειτο ταῖς Ἀθήναις καὶ ὅλως κατεφρόνει τῶν Μακεδόνων. διὸ καὶ κρατηθέντος αὐτοῦ μάχῃ περὶ Φυλακίαν ὑπὸ Βίθυος τοῦ Δημητρίου στρατηγοῦ, καὶ λόγου γενομένου πολλοῦ μὲν, ὡς ἑάλωκε, πολλοῦ δὲ ὡς τέθνηκεν, ὁ μὲν τὸν Πειραιᾶ φρουρῶν Διογένης ἔπεμψεν ἐπιστολὴν εἰς Κόρινθον ἐξίστασθαι τῆς πόλεως κελεύων τοὺς Ἀχαιούς, ἐπειδὴ Ἄρατος ἀπέθανεν ἔτυχε δὲ τῶν γραμμάτων κομισθέντων παρὼν αὐτὸς ἐν Κορίνθῳ,1 καὶ διατριβὴν οἱ τοῦ Διογένους καὶ γέλωτα πολὺν παρασχόντες ἀπηλλάγησαν, αὐτὸς δὲ ὁ βασιλεὺς ἐκ Μακεδονίας ναῦν ἔπεμψεν, ἐφʼ ἧς κομισθήσεται πρὸς αὐτὸν ὁ Ἄρατος δεδεμένος.2

安提柯去世、德米特里继位之后,阿拉图斯对雅典的进逼愈发紧迫,对马其顿人亦全然轻蔑。因此,当他在菲拉基亚附近的战斗中被德米特里的将领比苏斯击败,并广传流言说他被俘或阵亡时,驻守比雷埃夫斯的迪奥吉尼斯派人送信往科林斯,借口阿拉图斯已死,要求阿开亚人撤出该城。然而信件送达时,阿拉图斯本人恰好就在科林斯,迪奥吉尼斯的手下于是留下了极大的消遣与笑柄后离去;马其顿国王本人甚至从国内派来一艘战船,打算用它将戴上镣铐的阿拉图斯押送至其跟前。

§34.3

πᾶσαν δὲ Ἀθηναῖοι κουφότητα κολακείας τῆς πρὸς Μακεδόνας ὑπερβάλλοντες ἐστεφανηφόρησαν ὅτε πρῶτον ἠγγέλθη τεθνηκώς, διὸ καὶ πρὸς ὀργὴν εὐθὺς ἐκστρατεύσας ἐπʼ αὐτούς ἄχρι τῆς Ἀκαδημείας προῆλθεν εἶτα πεισθεὶς οὐδὲν ἠδίκησεν. οἱ δὲ Ἀθηναῖοι συμφρονήσαντες αὐτοῦ τὴν ἀρετήν,3 ἐπεὶ Δημητρίου τελευτήσαντος ὥρμησαν ἐπὶ τὴν ἐλευθερίαν, ἐκεῖνον ἐκάλουν.

雅典人在谄媚马其顿人方面展现出极致的轻浮,在初次闻得他的死讯时便戴上了花冠。阿拉图斯为此盛怒,立即率军征讨雅典,一直推进到阿卡德米亚;随后他受到劝说,并未加以伤害。后来,雅典人领悟了他的高尚品德,当德米特里死去、他们奋起谋求自由之时,便向他求援。

§34.4

ὁ δέ, καίπερ ἑτέρου μὲν ἄρχοντος τότε τῶν Ἀχαιῶν, αὐτὸς δὲ ἀρρωστίᾳ μακρᾷ κλινήρης ὑπάρχων, ὅμως ἐν φορείῳ κομιζόμενος ὑπήντησε τῇ πόλει πρὸς τὴν χρείαν, καὶ τὸν ἐπὶ τῆς φρουρᾶς Διογένη συνέπεισεν ἀποδοῦναι τόν τε Πειραιᾶ καὶ τὴν Μουνυχίαν καὶ τὴν Σαλαμῖνα καὶ τὸ Σούνιον τοῖς Ἀθηναίοις ἐπὶ πεντήκοντα καὶ ἑκατὸν ταλάντοις, ὧν αὐτὸς ὁ Ἄρατος εἴκοσι τῇ πόλει συνεβάλετο.

尽管当时另有人担任阿开亚同盟的将领,且他本人因久病卧床不起,但他仍然乘着轿子赶赴雅典以应其急,并说服守军长官迪奥吉尼斯以一百五十塔兰托的价格将比雷埃夫斯、穆尼基亚、萨拉米斯和苏尼翁归还给雅典人,其中阿拉图斯本人还为该城分担了二十塔兰托。

§34.5

προσεχώρησαν δʼ εὐθὺς Αἰγινῆται καὶ Ἑρμιονεῖς τοῖς Ἀχαιοῖς, ἥ τε πλείστη τῆς Ἀρκαδίας αὐτοῖς συνετέλει. καὶ Μακεδόνων μὲν ἀσχόλων ὄντων διά τινας προσοίκους καὶ ὁμόρους πολέμους, Αἰτωλῶν δὲ συμμαχούντων, ἐπίδοσιν μεγάλην ἡ τῶν Ἀχαιῶν ἐλάμβανε δύναμις.

随即埃吉纳人与赫尔米奥内人加入了阿开亚同盟,阿卡迪亚的大部分地区也并入其编制。由于马其顿人忙于应付若干邻近和边境的战事,加之埃托利亚人结为同盟,阿开亚人的势力获得了巨大的增长。

语法注3 条
  1. 34.2ἔτυχε δὲ τῶν γραμμάτων κομισθέντων παρὼν αὐτὸς ἐν Κορίνθῳ

    主要动词 ἔτυχε 与修饰主语 αὐτός 的主格分词 παρών 构成接续分词补足语结构('他恰好在场')。其间嵌入了独立属格结构 τῶν γραμμάτων κομισθέντων('当信件送达时')作为表示时间的主从成分。

  2. 34.2ἐφʼ ἧς κομισθήσεται πρὸς αὐτὸν ὁ Ἄρατος δεδεμένος

    关系代词 ἧς(先行词为 ναῦν)后接将来时直陈语气 κομισθήσεται,构成表示目的的关系从句('用以将戴着镣铐的阿拉图斯押解前往……的船只')。

  3. 34.3συμφρονήσαντες αὐτοῦ τὴν ἀρετήν

    动词 συμφρονέω 通常表示'意见一致',此处用作及物动词并带宾格宾语 τὴν ἀρετήν,意为'领悟、理解、认识到'。属格 αὐτοῦ 是修饰 ἀρετήν 的所有格('他的品德')。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:34.1-34.5