- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:33.1-33.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿拉图斯促成了与埃托利亚人的同盟,但因在停战期间企图夺取比雷埃夫斯而招致阿开亚同盟内部的非难。尽管阿拉图斯在回忆录中将过错归于埃尔吉诺斯,普鲁塔克却驳斥了这一辩解,并列举了阿拉图斯对比雷埃夫斯的执着。
οὐ μὴν ἀλλὰ πολλῶν ἐθνῶν καὶ δυναστῶν ἐπὶ τοὺς Ἀχαιοὺς συνισταμένων εὐθὺς ὁ Ἄρατος ἔπραττε φιλίαν πρὸς τοὺς Αἰτωλούς, καὶ Πανταλέοντι τῷ πλεῖστον Αἰτωλῶν δυναμένῳ συνεργῷ χρησάμενος οὐ μόνον εἰρήνην, ἀλλὰ καὶ συμμαχίαν τοῖς Ἀχαιοῖς πρὸς τοὺς Αἰτωλοὺς ἐποίησε.
然而,当诸多部族和统治者联合起来对抗阿开亚同盟时,阿拉图斯立即谋求与埃托利亚人建立友谊,并借助在埃托利亚人中权力最大的庞塔莱翁的协助,不仅为阿开亚人与埃托利亚人实现了和平,甚至缔结了同盟。
τοὺς δὲ Ἀθηναίους σπουδάζων ἐλευθερῶσαι διεβλήθη καὶ κακῶς ἤκουσεν ὑπὸ τῶν Ἀχαιῶν, ὅτι σπονδὰς πεποιημένων αὐτῶν1 πρὸς τοὺς Μακεδόνας καὶ ἀνοχὰς ἀγόντων ἐπεχείρησε τὸν Πειραιᾶ καταλαβεῖν. αὐτὸς δὲ ἀρνούμενος ἐν τοῖς ὑπομνήμασιν οἷς ἀπολέλοιπεν Ἐργῖνον αἰτιᾶται, μεθʼ οὗ τὰ περὶ τὸν Ἀκροκόρινθον ἔπραξεν.
但他因热衷于解放雅典人,却在阿开亚人中招致指责与恶名,因为当阿开亚人已与马其顿人订立和约、正恪守停战之时,他竟企图夺取比雷埃夫斯港。不过,他在遗留的《回忆录》中否认了这一点,而归咎于曾与他一同夺取阿克罗科林斯的埃尔吉诺斯。
ἐκεῖνον γὰρ ἰδίᾳ τῷ Πειραιεῖ προσβαλόντα καὶ τῆς κλίμακος συντριβείσης διωκόμενον ὀνομάζειν καὶ καλεῖν συνεχῶς Ἄρατον2 ὥσπερ παρόντα, καὶ διαφυγεῖν οὕτως ἐξαπατήσαντα τοὺς πολεμίους. οὐ μὴν δοκεῖ πιθανῶς ἀπολογεῖσθαι· τὸν γὰρ Ἐργῖνον, ἄνθρωπον ἰδιώτην καὶ Σύρον, ἀπʼ οὐδενὸς ἦν εἰκότος ἐπὶ νοῦν βαλέσθαι τὴν τηλικαύτην πρᾶξιν, εἰ μὴ τὸν Ἄρατον εἶχεν ἡγεμόνα καὶ παρʼ ἐκείνου τὴν δύναμιν καὶ τὸν καιρὸν εἰλήφει πρὸς τὴν ἐπίθεσιν.
他说,正是埃尔吉诺斯擅自对比雷埃夫斯发起袭击,并在云梯折断遭到追击时,假装阿拉图斯在场而不断呼喊其名,从而欺骗了敌人得以逃脱。但这番辩解似乎并不令人信服;因为埃尔吉诺斯不过是一介平民兼叙利亚人,若无阿拉图斯作为统领并提供进攻所需的兵力与时机,绝无可能凭空萌生如此重大的图谋。
ἐδήλωσε δὲ καὶ αὐτὸς ὁ Ἄρατος οὐ δὶς οὐδὲ τρίς, ἀλλὰ πολλάκις, ὥσπερ οἱ δυσέρωτες, ἐπιχειρήσας τῷ Πειραιεῖ καὶ πρὸς τὰς διαμαρτίας οὐκ ἀποκαμών, ἀλλὰ τῷ παρὰ μικρὸν ἀεὶ καὶ σύνεγγυς ἀποσφάλλεσθαι τῶν ἐλπίδων3 πρὸς τὸ θαρρεῖν ἀνακαλούμενος, ἅπαξ δὲ καὶ τὸ σκέλος ἔσπασε διὰ τοῦ Θριασίου φεύγων καὶ τομὰς ἔλαβε πολλὰς θεραπευόμενος, καὶ πολὺν χρόνον ἐν φορείῳ κομιζόμενος ἐποιεῖτο τὰς στρατείας.
而且阿拉图斯自己也表明了这一点:他并非两三次,而是屡次对比雷埃夫斯发起袭击,宛如陷入绝望苦恋的情人一般,从未因失败而气馁,反而因每次都仅仅与希望差之毫厘而重新激起勇气;有一次他在穿过特里亚平原溃逃时甚至扭伤了腿,在医治中接受了多次切割手术,并在很长一段时间内只能躺在轿子里指挥出征。
- 33.2σπονδὰς πεποιημένων αὐτῶν
属格独立结构。代词 αὐτῶν 的先行词指前文主句中提到的 τῶν Ἀχαιῶν(阿开亚人)。这符合当时的语境,即阿开亚同盟整体已与马其顿人订立和约,而阿拉图斯却擅自违约采取行动,因而招致同胞的非难。
- 33.3ὀνομάζειν καὶ καλεῖν συνεχῶς Ἄρατον
不定式 ὀνομάζειν、καλεῖν 以及后文的 διαφυγεῖν 均由前句的 αἰτιᾶται(或其回忆录的转述)引导,处于间接引语中,主语为宾格 ἐκεῖνον(埃尔吉诺斯),表述阿拉图斯所声称的埃尔吉诺斯的行为。
- 33.4τῷ παρὰ μικρὸν ἀεὶ καὶ σύνεγγυς ἀποσφάλλεσθαι τῶν ἐλπίδων
带冠词不定式(与格中性单数 τῷ ... ἀποσφάλλεσθαι)短语,表示原因或手段。介词短语 παρὰ μικρόν(差之毫厘)与副词 σύνεγγυς(极其接近地)修饰动词 ἀποσφάλλεσθαι,后者支配属格 τῶν ἐλπίδων,意为“因每次都仅以微小的差距与希望失之交臂”。
