- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:32.1-32.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在收复珀勒涅的战斗中,相传戴着头盔的被俘女子现身神庙门前,以及女祭司抬出阿耳忒弥斯神像令敌军发疯;然而阿拉图斯的回忆录则记载其系凭借武力驱逐敌军并斩敌七百。
ἐν τούτῳ δὲ τῷ ταράχῳ μία τῶν αἰχμαλώτων, Ἐπιγήθους ἀνδρὸς ἐνδόξου θυγάτηρ, αὐτὴ δὲ κάλλει καὶ μεγέθει σώματος εὐπρεπής, ἔτυχε μὲν ἐν τῷ ἱερῷ καθεζομένη τῆς Ἀρτέμιδος, οὗ κατέστησεν αὐτὴν ὁ ἐπιλεκτάρχης ἑλὼν ἑαυτῷ καὶ περιθεὶς τὴν τριλοφίαν, ἄφνω δὲ ἐκδραμοῦσα πρὸς τὸν θόρυβον, ὡς ἔστη πρὸ τῶν θυρῶν τοῦ ἱεροῦ καὶ κατέβλεψεν εἰς τοὺς μαχομένους ἄνωθεν ἔχουσα τὴν τριλοφίαν, αὐτοῖς τε τοῖς πολίταις θέαμα σεμνότερον ἢ κατʼ ἄνθρωπον ἐφάνη, καὶ τοῖς πολεμίοις φάσμα θεῖον ὁρᾶν δοκοῦσι φρίκην ἐνέβαλε1 καὶ θάμβος, ὥστε μηδένα τρέπεσθαι πρὸς ἀλκήν. αὐτοὶ δὲ Πελληνεῖς λέγουσι τὸ βρέτας τῆς θεοῦ τὸν μὲν ἄλλον ἀποκεῖσθαι χρόνον ἄψαυστον, ὅταν δὲ κινηθὲν ὑπὸ τῆς ἱερείας ἐκφέρηται, μηδένα προσβλέπειν ἐναντίον, ἀλλʼ ἀποτρέπεσθαι πάντας οὐ γὰρ ἀνθρώποις μόνον ὅραμα φρικτὸν εἶναι καὶ χαλεπόν, ἀλλά καὶ δένδρα ποιεῖν ἄφορα καὶ καρποὺς ἀπαμβλίσκειν, διʼ ὧν ἂν κομίζηται.
正当这场混乱之际,俘虏的妇女中有一位名门之士埃庇格特斯的女儿,她容貌出众,身材修长高大,当时正坐在阿耳忒弥斯的神庙中。原来是精锐部队的统领虏获了她占为己有,并将自己的三羽头盔戴在她的头上,安置在此处。然而,她听闻嘈杂喧闹突然奔出,当她伫立在神庙门前,头戴三羽头盔自上俯视激战的众人时,对于城邦公民自身来说,她宛如一幅超越凡人尊严的神圣景象;而对于自以为目睹了神异幻象的敌军来说,她更是投下了惊骇与敬畏,以至于无人再敢上前抵抗。不过,珀勒涅人自己却说,女神的木雕神像平时绝不可触碰,妥善安放,可一旦由女祭司移动并抬出神庙时,便无人敢迎面正视,所有人皆须转脸避视;因为这景象不仅对人类来说可怖难耐,而且神像所经之处,还会使树木不结果实,使果实枯萎早落。
τοῦτο δὴ τότε τὴν ἱέρειαν ἐξενεγκαμένην καὶ τρέπουσαν ἀεὶ κατὰ τοὺς Αἰτωλοὺς ἀντιπρόσωπον ἔκφρονας καταστῆσαι καὶ παρελέσθαι2 τὸν λογισμόν. ὁ δὲ Ἄρατος οὐδὲν ἐν τοῖς ὑπομνήμασιν εἴρηκε τοιοῦτον, ἀλλά φησι τρεψάμενος τοὺς Αἰτωλοὺς καὶ φεύγουσι συνεισπεσὼν3 εἰς τὴν πόλιν ἐξελάσαι κατὰ κράτος, ἑπτακοσίους δὲ ἀποκτεῖναι. τὸ δὲ ἔργον ἐν τοῖς μεγίστοις διεβοήθη, καὶ Τιμάνθης ὁ ζωγράφος ἐποίησεν ἐμφαντικῶς τῇ διαθέσει τὴν μάχην ἔχουσαν.
据说正是当时女祭司将这尊神像抬出,并始终正面对准埃托利亚人,才使他们陷入疯癫,丧失了理智。然而阿拉图斯在自己的《回忆录》中对此类事情只字未提,只说是自己击溃了埃托利亚军,并随着溃逃的敌军一同冲入城内,以武力将他们彻底驱逐,斩首七百人。这桩功业被誉为最伟大的壮举之一,画家蒂曼忒斯还将这场战役绘成了一幅在构图上极具生动感染力的画作。
- 32.1μία τῶν αἰχμαλώτων ... φρίκην ἐνέβαλε
句首的主格名词短语 μία τῶν αἰχμαλώτων 首先在 μέν 分句中充当限定动词 ἔτυχε(带补充分词 καθεζομένη)的主语,并在随后的 δέ 分句中经由分词 ἐκδραμοῦσα 及时间从句 ὡς ἔστη ...,继续一致地充当主句动词 ἐφάνη(θέαμα 为主格表语)与 ἐνέβαλε 的共同主语。
- 32.3τοῦτο δὴ τότε τὴν ἱέρειαν ἐξενεγκαμένην καὶ τρέπουσαν ... καταστῆσαι καὶ παρελέσθαι
此句承接前文由 αὐτοὶ δὲ Πελληνεῖς λέγουσι 所引导的宾格不定式间接引语结构。不定式 καταστῆσαι 与 παρελέσθαι 的逻辑主语是带分词的宾格 τὴν ἱέρειαν,而 τοῦτο(代指前文的木雕神像 βρέτας)则是分词 ἐξενεγκαμένην 与 τρέπουσαν 的直接宾语。
- 32.3τρεψάμενος τοὺς Αἰτωλοὺς καὶ φεύγουσι συνεισπεσὼν
在动词 φησι 所引导的间接引语中,由于不定式 ἐξελάσαι 与 ἀποκτεῖναι 的逻辑主语与主句主语 Ἄρατος 一致,故分词 τρεψάμενος 与 συνεισπεσὼν 采用了主格形式(主格不定式构式),而非宾格。与格分词 φεύγουσι 则与复合分词 συνεισπεσὼν(与……一同冲入)结合,表示“随着奔逃的敌军一同冲入城内”。
