← 普鲁塔克

阿拉图斯传

§31.1-31.3

埃托利亚人入侵与突袭珀勒涅

面对埃托利亚人的入侵,阿拉图斯隐忍嘲弄以待良机;当敌军攻陷珀勒涅并陷入劫掠的混乱之中时,他出其不意发起突袭并大破敌军。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.1

ὁ δὲ Ἄρατος εὐδοκίμησε καὶ περὶ τὰς Αἰτωλικὰς πράξεις, ὅτε συμβαλεῖν μὲν αὐτοῖς πρὸ τῆς Μεγαρικῆς ὡρμημένων τῶν Ἀχαιῶν, καὶ τοῦ βασιλέως τῶν Λακεδαιμονίων Ἄγιδος ἀφικομένου μετὰ δυνάμεως καὶ συνεξορμῶντος ἐπὶ τὴν μάχην τοὺς Ἀχαιούς, ἐναντιωθεὶς1 καὶ πολλὰ μὲν ὀνείδη, πολλὰ δʼ εἰς μαλακίαν καὶ ἀτολμίαν καὶ σκώμματα καὶ χλευασμὸν ὑπομείνας οὐ προήκατο τὸν τοῦ συμφέροντος λογισμὸν διὰ τὸ φαινόμενον αἰσχρόν, ἀλλὰ παρεχώρησε τοῖς πολεμίοις ὑπερβαλοῦσι τὴν Γεράνειαν ἀμαχεὶ παρελθεῖν εἰς Πελοπόννησον.

阿拉图斯在对埃托利亚人的军事行动中同样赢得了盛名。当时阿开亚人急于在墨伽里斯前方与敌人交战,拉刻代蒙国王阿吉斯亦率军赶到,一同鼓动阿开亚人出战;然而阿拉图斯坚决反对。他忍受了无数的责难,以及针对他软弱与怯懦的百般嘲弄与讥诮,却并未因表面上的屈辱而放弃对实际利益的考量,反而容许敌军在翻越格拉内亚山后,未经战斗便进入伯罗奔尼撒。

§31.2

ὡς μέντοι παρελθόντες ἐξαίφνης Πελλήνην κατέλαβον, οὐκέτʼ ἦν ὁ αὐτός, οὐδʼ ἔμελλε διατρίβων καὶ περιμένων ἀθροισθῆναι καὶ συνελθεῖν εἰς ταὐτὸ πανταχόθεν τὴν δύναμιν, ἀλλʼ εὐθὺς ὥρμησε μετὰ τῶν παρόντων ἐπὶ τοὺς πολεμίους ἐν τῷ κρατεῖν ἀσθενεστάτους διʼ ἀταξίαν καὶ ὕβριν ὄντας.

然而,当敌军穿过后突然攻占珀勒涅时,他却判若两人;他绝不再迁延耗时、等待大军从各地聚集会合,而是立即率领身边的现有兵力,扑向那群因陷入混乱与骄横、在得胜之时反倒最显脆弱的敌军。

§31.3

ἅμα γὰρ τῷ παρελθεῖν εἰς τὴν πόλιν οἱ μὲν στρατιῶται διασπαρέντες ἐν ταῖς οἰκίαις ἦσαν, ἐξωθοῦντες ἀλλήλους καὶ διαμαχόμενοι περὶ τῶν χρημάτων, ἡγεμόνες δὲ καὶ λοχαγοὶ τὰς γυναῖκας καὶ τὰς θυγατέρας τῶν Πελληνέων περιιόντες ἥρπαζον, καὶ τὰ κράνη τὰ αὑτῶν ἀφαιροῦντες ἐκείναις περιετίθεσαν τοῦ μηδένα λαβεῖν ἄλλον, ἀλλὰ τῷ κράνει δῆλον εἶναι τὸν δεσπότην ἑκάστης·2 οὕτω δὲ διακειμένοις αὐτοῖς καὶ ταῦτα πράττουσιν ἐξαίφνης ὁ Ἄρατος ἐπιπεσὼν προσηγγέλθη.3 καὶ γενομένης ἐκπλήξεως, οἵαν εἰκὸς ἐν ἀταξίᾳ τοιαύτῃ, πρὶν ἢ πάντας πυθέσθαι τὸν κίνδυνον οἱ πρῶτοι περὶ τὰς πύλας τοῖς Ἀχαιοῖς καὶ τὰ προάστεια συμπεσόντες ἔφευγον ἤδη νενικημένοι, καὶ κατεπίμπλασαν ἐλαυνόμενοι προτροπάδην ἀπορίας τοὺς συνισταμένους καὶ προσβοηθοῦντας.

原来,一进入城内,士兵们便分散在各家民宅之中,彼此推搡争抢财物;将领和队长们则四处劫掠珀勒涅人的妻子和女儿,甚至脱下自己的头盔戴在她们头上,免得被他人夺去,并借由头盔表明每个女子的占有者是谁。正在他们如此散漫妄为之际,突然传来阿拉图斯袭至的急报。在这样极度的混乱中必然发生恐慌,在所有人得知大难临头之前,城门附近和郊野最先遭遇阿开亚军的敌人已被击溃逃散;他们被追赶得狼狈奔逃,反而使那些正在整队集结并前去增援的人陷入了彻底的慌乱与困顿。

语法注3 条
  1. 31.1ὅτε συμβαλεῖν μὲν αὐτοῖς πρὸ τῆς Μεγαρικῆς ὡρμημένων τῶν Ἀχαιῶν... ἐναντιωθεὶς

    在由关系副词 ὅτε 引导的从句内部,两个并列的属格独立结构(ὡρμημένων τῶν Ἀχαιῶν 与 τοῦ βασιλέως... ἀφικομένου... καὶ συνεξορμῶντος)先行交代背景,随后是修饰从句省略主语(阿拉图斯)的分词 ἐναντιωθεὶς 和 ὑπομείνας,最终落到主动词 οὐ προήκατο ... ἀλλὰ παρεχώρησε 上,形成长句分离结构。

  2. 31.3τοῦ μηδένα λαβεῖν ἄλλον, ἀλλὰ τῷ κράνει δῆλον εἶναι τὸν δεσπότην ἑκάστης

    属格定冠词 τοῦ 统辖其后的两个不定式(λαβεῖν 与 εἶναι),与否定词 μηδένα 搭配构成表达目的的冠词定指不定式结构(“为了不让其他人抢去……而是由头盔表明……”)。

  3. 31.3ἐπιπεσὼν προσηγγέλθη

    人称构句(personal construction):主格分词 ἐπιπεσών 与被动动词 προσηγγέλθη 的主语(阿拉图斯)保持一致修饰,意为“(阿拉图斯)被报告已袭来”,即“急报传来称阿拉图斯袭至”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:31.1-31.3