← 普鲁塔克

阿拉图斯传

§30.1-30.5

吕狄亚达斯退位与同阿拉图斯的对抗

墨伽洛波利斯僭主吕狄亚达斯主动交出政权并使该邦加入阿开亚同盟,当选统帅与阿拉图斯平分秋色,但随后因与阿拉图斯公开对立而失去人心。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30.1

ὡς δʼ οὖν τὸν Ἀρίστιππον ἀνεῖλεν, εὐθὺς ἐπεβούλευσε Λυδιάδῃ τῷ Μεγαλοπολίτῃ τυραννοῦντι τῆς ἑαυτοῦ πατρίδος, ὁ δὲ οὐκ ὢν ἀγεννὴς οὐδὲ ἀφιλότιμος τὴν φύσιν, οὐδὲ ὥσπερ οἱ πολλοὶ τῶν μονάρχων ἀκρασίᾳ καὶ πλεονεξίᾳ πρὸς ταύτην ῥυεὶς τὴν ἀδικίαν, ἀλλʼ ἐπαρθεὶς ἔρωτι δόξης ἔτι νέος καὶ λόγους ψευδεῖς καὶ κενοὺς λεγομένους περὶ τυραννίδος, ὡς μακαρίου καὶ θαυμαστοῦ πράγματος, εἰς μέγα φρόνημα παραδεξάμενος ἀνοήτως, καὶ καταστήσας ἑαυτὸν τύραννον ταχὺ μεστὸς ἦν τῆς ἐκ μοναρχίας βαρύτητος.

击毙阿里斯蒂普斯后,阿拉图斯随即对在本国行僭主统治的墨伽洛波利斯人吕狄亚达斯策划阴谋。然而,吕狄亚达斯天性既非卑劣之辈,亦非不慕名誉之人,更不是像大多数独裁君主那样因放纵和贪婪而陷于这种不义之举;而是由于青年时代受求名热情的驱使,愚蠢地以傲慢之心听信了那些将僭主之位说成至福而又令人惊叹之事的虚妄之谈,自立为僭主,但他很快就厌倦了独裁统治的重荷。

§30.2

ἅμα δὲ ζηλῶν εὐημεροῦντα καὶ δεδοικὼς ἐπιβουλεύοντα τὸν Ἄρατον ὥρμησε καλλίστην ὁρμὴν μεταβαλόμενος, πρῶτον μὲν ἑαυτὸν ἐλευθερῶσαι1 μίσους καὶ φόβου καὶ φρουρᾶς καὶ δορυφόρων, εἶτα τῆς πατρίδος εὐεργέτης γενέσθαι καὶ μεταπεμψάμενος τὸν Ἄρατον ἀφῆκε τὴν ἀρχήν, καὶ τὴν πόλιν εἰς τοὺς Ἀχαιοὺς μετεκόμισεν. ἐφʼ οἷς μεγαλύνοντες αὐτὸν οἱ Ἀχαιοὶ στρατηγὸν εἵλοντο.

与此同时,他既艳羡阿拉图斯的辉煌功业,又畏惧其暗中谋算,便心意转变,萌发了极崇高的冲动:首先使自己摆脱仇恨、恐惧、守备与近卫步卒的困扰,继而成为祖国的恩人。于是他派人召来阿拉图斯,放弃了统治权,并将城邦并入了阿开亚同盟。阿开亚人因此对他推崇备至,选他为统帅。

§30.3

φιλοτιμούμενος δὲ εὐθὺς ὑπερβαλεῖν δόξῃ τὸν Ἄρατον ἄλλας τε πολλὰς πράξεις οὐκ ἀναγκαίας εἶναι δοκούσας καὶ στρατείαν ἐπὶ Λακεδαιμονίους παρήγγελλεν. ἐνιστάμενος δὲ ὁ Ἄρατος αὐτῷ φθονεῖν ἐδόκει· καὶ τό γε δεύτερον ὁ Λυδιάδης στρατηγὸς ᾑρέθη, ἀντιπράττοντος ἄντικρυς Ἀράτου καὶ σπουδάζοντος ἑτέρῳ παραδοθῆναι τὴν ἀρχήν, αὐτὸς μὲν γὰρ, ὡς εἴρηται, παρʼ ἐνιαυτὸν ἦρχε.

然而,吕狄亚达斯随即急于在威望上超越阿拉图斯,提出了许多看似毫无必要的举措,以及对拉刻代蒙人的远征。阿拉图斯出面反对,反倒显得像在嫉妒他;尽管阿拉图斯公开反对并极力主张将这一职权授予他人,吕狄亚达斯还是第二次当选为统帅——因为正如前文所述,阿拉图斯本人是隔年任职的。

§30.4

μέχρι μὲν οὖν τρίτης στρατηγίας ὁ Λυδιάδης εὖ φερόμενος διετέλει καὶ παρʼ ἐνιαυτὸν ἦρχεν ἐναλλὰξ τῷ Ἀράτῳ στρατηγῶν· φανερὰν δὲ ἐξενεγκάμενος ἔχθραν καὶ πολλάκις αὐτοῦ κατηγορήσας ἐν τοῖς Ἀχαιοῖς ἀπερρίφη καὶ παρώφθη, πεπλασμένῳ δοκῶν ἤθει πρὸς ἀληθινὴν καὶ ἀκέραιον ἀρετὴν ἁμιλλᾶσθαι.

因此,直到第三次担任统帅为止,吕狄亚达斯一直声望日隆,与阿拉图斯交替隔年任帅。然而,当他公开暴露敌意,屡次在阿开亚人面前指控阿拉图斯时,便遭到了摒弃与冷落,因为在众人看来,他是以虚伪的品格去同真实纯正的美德相抗衡。

§30.5

καὶ καθάπερ τῷ κόκκυγί φησιν Αἴσωπος, ἐρωτῶντι τοὺς λεπτοὺς ὄρνιθας ὅ τι φεύγοιεν αὐτόν, εἰπεῖν ἐκείνους2 ὡς ἔσται ποτὲ ἱέραξ, οὕτως ἔοικε τῷ Λυδιάδῃ παρακολουθεῖν ἐκ τῆς τυραννίδος ὑποψία βλάπτουσα τὴν φύσιν αὐτοῦ τῆς μεταβολῆς.

正如伊索寓言中所说,布谷鸟问小鸟们为何怕它而逃跑,小鸟回答说是因为它有朝一日会变成老鹰;同样,源于昔日僭主统治的猜疑似乎始终缠绕着吕狄亚达斯,从而损害了他这次转变的真实性质。

语法注2 条
  1. 30.2ὥρμησε καλλίστην ὁρμὴν μεταβαλόμενος, πρῶτον μὲν ἑαυτὸν ἐλευθερῶσαι

    名词 καλλίστην ὁρμήν 与动词 ὥρμησε 构成同源宾格。随后跟进的不定式 ἐλευθερῶσαι 与 γενέσθαι 充当同位语或说明性成分,具体阐释了该“冲动/决意”(ὁρμή)的内容。

  2. 30.5καθάπερ τῷ κόκκυγί φησιν Αἴσωπος, ἐρωτῶντι τοὺς λεπτοὺς ὄρνιθας ὅ τι φεύγοιεν αὐτόν, εἰπεῖν ἐκείνους

    包含间接引语的倒装结构(hyperbaton):受动词 φησιν 支配的主语宾格 ἐκείνους(那些鸟儿)与主不定式 εἰπεῖν 被后置,而表示动作对象的与格短语 τῷ κόκκυγι... ἐρωτῶντι... 则被前置。间接疑问从句 ὅ τι φεύγοιεν 从属于分词 ἐρωτῶντι。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:30.1-30.5