- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:29.1-29.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿拉图斯用佯退之计引诱阿里斯蒂普斯出兵,趁夜行军发起突袭,大破敌军并诛杀了这位僭主。尽管未能夺取阿尔戈斯城,但这场大胜有力地破除了有关他在战前因胆怯而发病的恶毒谣言与哲学争论。
ὀλίγῳ δὲ ὕστερον ἀκούσας τὸν Ἀρίστιππον ἐπιβουλεύειν μὲν ταῖς Κλεωναῖς, φοβεῖσθαι δὲ ἐκεῖνον ἐν Κορίνθῳ καθεζόμενον, ἤθροισεν ἐκ παραγγέλματος στρατείαν. καὶ σιτία κελεύσας πλειόνων ἡμερῶν κομίζειν εἰς Κεγχρεὰς κατῆλθεν, ἐκκαλούμενος διʼ ἀπάτης τὸν Ἀρίστιππον ὡς αὐτοῦ μὴ παρόντος ἐπιθέσθαι τοῖς Κλεωναίοις1 ὃ καὶ συνέβη, παρῆν γὰρ εὐθὺς ἐξ Ἄργους ἔχων τὴν δύναμιν.
不久之后,阿拉图斯得知阿里斯蒂普斯对克莱奥奈图谋不轨,但因畏惧他驻扎在科林斯而不敢动手,便发出命令集结了一支远征军。他吩咐众人携带数日的口粮,进军到肯克瑞埃,企图用这一计谋引诱阿里斯蒂普斯,以为他本人不在场而袭击克莱奥奈人。事情果然如此,阿里斯蒂普斯随即率军从阿尔戈斯赶来。
ὁ δὲ Ἄρατος εἰς Κόρινθον ἤδη σκοταῖος ἐκ Κεγχρεῶν ὑποστρέψας, καὶ τὰς ὁδοὺς φυλακαῖς διαλαβών, ἦγε τοὺς Ἀχαιοὺς ἑπομένους οὕτω μὲν εὐτάκτως, οὕτω δὲ ταχέως καὶ προθύμως ὥστε μὴ μόνον ὁδεύοντας, ἀλλὰ καὶ παρελθόντας εἰς τὰς Κλεωνὰς ἔτι νυκτὸς οὔσης καὶ συνταξαμένους ἐπὶ μάχην ἀγνοεῖσθαι καὶ λανθάνειν τὸν Ἀρίστιππον.
然而,阿拉图斯趁着夜色从肯克瑞埃折回科林斯,并在各条道路上设防把守,率领阿开亚军前进;士卒们紧随其后,秩序井然,行军神速而热忱,以致不仅在行军途中,甚至在趁夜进入克莱奥奈并排好战阵之后,阿里斯蒂普斯都浑然不觉,完全被蒙在鼓里。
ἅμα δὲ ἡμέρᾳ τῶν πυλῶν ἀνοιχθεισῶν καὶ τῆς σάλπιγγος ἐγκελευσαμένης, δρόμῳ καὶ ἀλαλαγμῷ προσπεσὼν τοῖς πολεμίοις εὐθὺς ἐτρέψατο, καὶ κατεῖχε διώκων ᾗ μάλιστα φεύγειν ὑπενόει τὸν Ἀρίστιππον, ἐκτροπὰς πολλὰς τῶν χωρίων ἐχόντων.
拂晓时分,城门大开,号角发出了冲锋的指令,阿拉图斯率部奔跑呐喊着扑向敌军,立即使其溃败;尽管当地地形有许多岔路,他仍紧追在他推测阿里斯蒂普斯最可能逃跑的方向上不放。
γενομένης δὲ τῆς διώξεως ἄχρι Μυκηνῶν, ὁ μὲν τύραννος ὑπὸ Κρητός τινος, ὡς Δεινίας ἱστορεῖ, τοὔνομα Τραγίσκου, καταληφθεὶς ἀποσφάττεται, τῶν δὲ ἄλλων ἔπεσον ὑπὲρ χιλίους πεντακοσίους. ὁ δὲ Ἄρατος οὕτω λαμπρῶς εὐτυχήσας καὶ μηδένα τῶν αὐτοῦ στρατιωτῶν ἀποβαλών, ὅμως οὐκ ἔλαβε τὸ Ἄργος οὐδὲ ἠλευθέρωσε, τῶν περὶ Ἀγίαν καὶ τὸν νεώτερον Ἀριστόμαχον μετὰ δυνάμεως βασιλικῆς παρεισπεσόντων καὶ κατασχόντων τὰ πράγματα.
追击一直持续到迈锡尼,据戴尼亚斯记载,僭主被一个名叫特拉吉斯科斯的克里特人追上并割断了喉咙,其余敌兵阵亡达一千五百余人。然而,阿拉图斯虽取得了如此辉煌的胜利,且己方未折损一人,却仍未能夺取或解放阿尔戈斯,因为阿吉亚斯与年轻的阿里斯托马科斯率领王家军队突入城内并控制了局势。
τὸ μὲν οὖν πολὺ τῆς διαβολῆς καὶ λόγους καὶ σκώμματα καὶ βωμολοχίας παρείλετο τῶν κολακευόντων τοὺς τυράννους καὶ διεξιόντων, ἐκείνοις χαριζομένων, ὡς τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν ἐκταράττοιτο μὲν ἡ κοιλία2 παρὰ τὰς μάχας, κάρος δὲ προσπίπτοι καὶ ἴλιγγος ἅμα τῷ παραστῆναι τὸν σαλπιγκτήν, ἐκτάξας δὲ τὴν δύναμιν καὶ τὸ σύνθημα παρεγγυήσας, καὶ πυθόμενος τῶν ὑποστρατήγων καὶ λοχαγῶν, μή τις αὐτοῦ χρεία παρόντος βεβλῆσθαι γὰρ τοὺς ἀστραγάλους,3 ἀπέρχοιτο καραδοκήσων πόρρωθεν τὸ συμβησόμενον.
无论如何,这番成就消除了那些巴结僭主之人的大部分诽谤、闲话、嘲弄和下流讥笑。他们为了讨好僭主,曾宣称这位阿开亚统帅每次临战都会腹中绞痛,司号员一站到身边便昏睡目眩;在布好阵势并传下口令后,便询问副将与百夫长们是否还需要他本人留在现场——“因为骰子已经掷下了”——随后便退到远处,观望战局的发展。
ταῦτα γὰρ οὕτως ἴσχυσεν ὥστε καὶ τοὺς φιλοσόφους ἐν ταῖς σχολαῖς ζητοῦντας εἰ τὸ πάλλεσθαι τὴν καρδίαν καὶ τὸ χρῶμα τρέπεσθαι καὶ τὴν κοιλίαν ἐξυγραίνεσθαι παρὰ τὰ φαινόμενα δεινὰ δειλίας ἐστὶν ἢ δυσκρασίας τινὸς περὶ τὸ σῶμα καὶ ψυχρότητος, ὀνομάζειν ἀεὶ τὸν Ἄρατον ὡς ἀγαθὸν μὲν ὄντα στρατηγόν, ἀεὶ δὲ ταῦτα πάσχοντα παρὰ τοὺς ἀγῶνας.
因为这些流言传播极广,甚至连学园里的哲学家们在探讨面临显见的险境时心跳加速、脸色发白、腹泻失控是懦怯的表现,还是源自某种体质缺陷与虚寒之气时,也总是举出阿拉图斯为例,称他虽是一位优秀的统帅,但在战斗中却总要遭受这些痛苦。
- 29.1ἐκκαλούμενος διʼ ἀπάτης τὸν Ἀρίστιππον ὡς αὐτοῦ μὴ παρόντος ἐπιθέσθαι τοῖς Κλεωναίοις
不定词 ἐπιθέσθαι 由分词 ἐκκαλούμενος 支配,表示目的或预期的结果(“引诱阿里斯蒂普斯袭击……”)。其间插入的 ὡς αὐτοῦ μὴ παρόντος 为属格独立结构,由 ὡς 引导,表示主观认定或假装的前提(“以为他本人不在场”)。
- 29.5ὡς τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν ἐκταράττοιτο μὲν ἡ κοιλία
第5节长句中间接引语的起始部分。由接在分词 τῶν ... διεξιόντων(叙述者们)之后的连词 ὡς 引导,从句中的谓语动词(ἐκταράττοιτο、προσπίπτοι 以及在多个分词从句之后出现的 ἀπέρχοιτο)均使用间接引语希求法。其主干结构为:他们宣称这位将领临战腹痛(ἐκταράττοιτο)、陷入昏晕(προσπίπτοι),并在整队下令之后便径自离去(ἀπέρχοιτο)。
- 29.5βεβλῆσθαι γὰρ τοὺς ἀστραγάλους
在间接引语中作为解释说明而插入的成语性表述(“因为骰子已经掷下了”)。完成时被动不定词 βεβλῆσθαι 连同 γάρ 转述了据称阿拉图斯向部下提出的辩解,意即大局已定、关键举措已经实施。
