- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:2.1-2.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述了锡库翁在历经党争和僭主统治的动乱后由提摩克勒达斯与克勒尼亚斯执政的背景,以及阿班提达斯发动政变杀死克勒尼亚斯、其幼子阿拉托斯侥幸逃脱的经过。
ἡ Σικυωνίων πόλις, ἐπεὶ τὸ πρῶτον ἐκ τῆς ἀκράτου καὶ Δωρικῆς ἀριστοκρατίας ὥσπερ ἁρμονίας συγχυθείσης1 εἰς στάσεις ἐνέπεσε καὶ φιλοτιμίας δημαγωγῶν, οὐκ ἐπαύσατο νοσοῦσα καὶ ταραττομένη καὶ τύραννον ἐκ τυράννου μεταβάλλουσα, μέχρι οὗ Κλέωνος ἀναιρεθέντος εἵλοντο Τιμοκλείδαν ἄρχοντα καὶ Κλεινίαν, ἄνδρας ἐνδόξους τὰ μάλιστα καὶ ἐν δυνάμει τῶν πολιτῶν ὄντας.
锡库翁人的城邦,自从那纯正而多利斯式的贵族政体如谐音般遭到破坏、城邦陷入党争和蛊惑民心者的野心以来,便不断罹患政疾、陷于骚乱,并接二连三地更换僭主,直到克勒翁被杀之后,他们才选出了提摩克勒达斯和克勒尼亚斯为执政官,这二人乃是公民中极具声望和权势者。
ἤδη δέ τινα τῆς πολιτείας κατάστασιν ἔχειν δοκούσης Τιμοκλείδας μὲν ἀπέθανεν, Ἀβαντίδας δὲ ὁ Πασέου τυραννίδα πράττων ἑαυτῷ τὸν Κλεινίαν ἀπέκτεινε καὶ τῶν φίλων καὶ οἰκείων τοὺς μὲν ἐξέβαλε, τοὺς δὲ ἀνεῖλεν. ἐζήτει δὲ καὶ τὸν υἱὸν αὐτοῦ, Ἄρατον, ἀνελεῖν, ἑπταετῆ καταλελειμμένον.
正当城邦政体似乎已获得某种稳定之际,提摩克勒达斯去世,而帕塞阿斯之子阿班提达斯为了给自己谋取僭主之位,杀害了克勒尼亚斯,并将后者的亲友一部分驱逐,一部分杀害。他还搜寻克勒尼亚斯年仅七岁便遭遗落的儿子阿拉托斯,企图加以诛杀。
ἐν δὲ τῇ περὶ τὴν οἰκίαν ταραχῇ συνεκπεσὼν τοῖς φεύγουσιν ὁ παῖς, καὶ πλανώμενος ἐν τῇ πόλει περίφοβος καὶ ἀβοήθητος, κατὰ τύχην ἔλαθεν εἰς οἰκίαν παρελθὼν2 γυναικός, ἀδελφῆς μὲν Ἀβαντίδου, Προφάντῳ δὲ τῷ Κλεινίου ἀδελφῷ γεγαμημένης, ὄνομα Σωσοῦς.3 αὕτη δὲ καὶ τὸ ἦθος οὖσα γενναία καὶ σὺν θεῷ τινι τὸ παιδίον οἰομένη καταπεφευγέναι πρὸς αὐτήν ἀπέκρυψεν ἔνδον, εἶτα νυκτὸς εἰς Ἄργος ὑπεξέπεμψεν.
但在住宅周围的一片混乱中,这个男孩混在逃跑的人群中冲出宅邸,惊恐而无助地在城中游荡,机缘巧合下,未被人发觉便溜进了一个女人的家中;此妇人是阿班提达斯的姐妹,却嫁给了克勒尼亚斯的兄弟普罗凡托斯,名叫索索。她生性高贵,又认为这幼童乃是在某种神助之下来向她投奔,便将其藏于室内,随后趁夜色将他秘密送往阿尔戈斯。
- 2.1ἐκ τῆς ἀκράτου καὶ Δωρικῆς ἀριστοκρατίας ὥσπερ ἁρμονίας συγχυθείσης
该句既可理解为介词 ἐκ 统辖“名词+分词”结构(τῆς ... ἀριστοκρατίας συγχυθείσης,意为“自从……贵族政体如谐音般遭破坏以来”),也可视为嵌入的属格独立结构。此处采前一种解法,将介词与分词连用,表示城邦自原有的政制和谐中破败跌落的起点。
- 2.3ἔλαθεν εἰς οἰκίαν παρελθὼν
λανθάνω 搭配补充性分词 παρελθών 的习用句构,意为“在未被察觉的情况下溜进房子”。在语法上,限定动词表示“避开耳目、不被注意”的状态,而主要动作则由分词 παρελθών(进入)承担。
- 2.3ὄνομα Σωσοῦς
ὄνομα 是表示“在名字方面”的关系宾格(限制宾格),其后的 Σωσοῦς 是女性人名 Σωσώ 的属格形式,与前文的 γυναικός 构成同位修饰,指“名为索索的妇女”。
