- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:28.1-28.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿拉图斯在对阵阿里斯蒂普斯时误判局势率先撤退招致谴责,但随后通过拉拢克莱奥奈并在此举办奈梅亚竞技会挽回声誉,并严厉地将前往阿尔戈斯参赛的选手作为敌人贩卖。
ἐπεὶ δὲ ταύτην ἀπέγνω τὴν ὁδόν, ἐμβαλὼν φανερῶς τῷ στρατοπέδῳ τὴν Ἀργολίδα χώραν ἐπόρθει καὶ περὶ τὸν Χάρητα ποταμὸν ἰσχυρᾶς μάχης γενομένης πρὸς Ἀρίστιππον· αἰτίαν ἔσχεν ὡς ἐγκαταλιπὼν τὸν ἀγῶνα καὶ προέμενος τὸ νίκημα·1 τῆς γὰρ ἄλλης δυνάμεως ὁμολογουμένως ἐπικρατούσης καὶ τῷ διωγμῷ πολὺ προελθούσης εἰς τοὔμπροσθεν, αὐτὸς οὐχ οὕτως ἐκβιασθεὶς ὑπὸ τῶν καθʼ αὑτόν, ὡς ἀπιστῶν τῷ κατορθώματι καὶ φοβηθείς, ἀνεχώρησε τεταραγμένος εἰς τὸ στρατόπεδον.
当〔阿拉图斯〕放弃这种途径后,便公然率军入侵并劫掠阿尔戈利斯地区;在哈勒斯河附近与阿里斯蒂普斯爆发激战时,他背上了放弃战斗、断送胜局的罪名。因为尽管其余部队公认占据了上风,并在追击中远远向前推进,但他本人与其说是受当面之敌所迫,不如说是由于不敢相信胜利并心生恐惧,慌乱地撤回了营地。
ἐπεὶ δὲ ἀπὸ τῆς διώξεως ἐπανελθόντες οἱ λοιποὶ χαλεπῶς ἔφερον ὅτι τρεψάμενοι τοὺς πολεμίους καὶ πολὺ πλείονας ἐκείνων καταβαλόντες ἢ σφῶν αὐτῶν ἀπολέσαντες παραλελοίπασι τοῖς ἡττημένοις στῆσαι κατʼ αὐτῶν τρόπαιον, αἰσχυνθεὶς πάλιν ἔγνω διαμάχεσθαι περὶ τοῦ τροπαίου, καὶ μίαν ἡμέραν διαλιπὼν αὖθις ἐξέτασσε τὴν στρατιάν.
由于追击归来的其余士卒愤慨于己方明明击溃了敌人,消灭的敌军远多于自身的折损,却任由败者对自己树立起胜利纪念碑,〔阿拉图斯〕感到羞愧,遂决定再次为纪念碑而决战,在间隔一天之后又重新整队备战。
ὡς δὲ ᾔσθετο πλείονας γεγονότας καὶ θαρραλεώτερον ἀνθισταμένους τοὺς περὶ τὸν τύραννον, οὐκ ἐτόλμησεν, ἀλλʼ ἀπῆλθε τοὺς νεκροὺς ὑποσπόνδους ἀνελόμενος. οὐ μὴν ἀλλὰ τῇ περὶ τὴν ὁμιλίαν καὶ πολιτείαν ἐμπειρίᾳ καὶ χάριτι τὴν διαμαρτίαν ταύτην ἀναμαχόμενος προσηγάγετο τὰς Κλεωνὰς τοῖς Ἀχαιοῖς, καὶ τὸν ἀγῶνα τῶν Νεμείων ἤγαγεν ἐν Κλεωναῖς, ὡς πάτριον ὄντα καὶ μᾶλλον προσήκοντα τούτοις.
然而,当他察觉到僭主周围的人数增加且抵抗更加大胆时,便不敢交战,只是在休战协定下收敛阵亡者遗体后离去了。尽管如此,他凭借交际与政务上的经验与威望来挽回这一过失,将克莱奥奈拉入阿开亚同盟,并在克莱奥奈举行了奈梅亚竞技会,声称它是祖传的,且更属于他们。
ἤγαγον δὲ καὶ Ἀργεῖοι, καὶ συνεχύθη τότε πρῶτον ἡ δεδομένη τοῖς ἀγωνισταῖς ἀσυλία καὶ ἀσφάλεια, πάντας τῶν Ἀχαιῶν, ὅσους ἔλαβον ἠγωνισμένους ἐν Ἄργει, διὰ τῆς χώρας πορευομένους ὡς πολεμίους ἀποδομένων.2 οὕτω σφοδρὸς ἦν καὶ ἀπαραίτητος ἐν τῷ μισεῖν τοὺς τυράννους.
阿尔戈斯人也举办了竞技会,而向竞技者提供的不可侵犯权与安全保障在此时首次遭到破坏,因为阿开亚人将所有在阿尔戈斯参赛后路经己方领地被俘的人,均当作敌人加以贩卖。他在憎恨僭主这一点上竟是如此激烈而不可通融。
- 28.1αἰτίαν ἔσχεν ὡς ἐγκαταλιπὼν τὸν ἀγῶνα καὶ προέμενος τὸ νίκημα
短语 αἰτίαν ἔχω(招致非难/指控)后接 ὡς 引导的主格分词(ἐγκαταλιπών 与 προέμενος),表示所受指控的内容或名义上的缘由,其格与主语(阿拉图斯)保持一致。ὡς 表明这是指责者主观认定的理由。
- 28.4πάντας τῶν Ἀχαιῶν, ὅσους ἔλαβον ἠγωνισμένους ἐν Ἄργει, διὰ τῆς χώρας πορευομένους ὡς πολεμίους ἀποδομένων
τῶν Ἀχαιῶν ... ἀποδομένων 构成了独立属格结构,其中 τῶν Ἀχαιῶν 为逻辑主语(阿开亚人),ἀποδομένων 为分词谓语(贩卖)。前置的宾格 πάντας 是 ἀποδομένων 的直接宾语,并由关系分句 ὅσους... 以及分词 πορευομένους(穿过国土时)所修饰。
