- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:27.1-27.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿拉图斯突袭阿尔戈斯并攀上城墙,虽负伤仍苦守据点,但因城民冷眼旁观、缺乏情报以及伤势过重,最终被迫退兵。
πρὸς δʼ οὖν τὸν Ἀρίστιππον ὁ Ἄρατος καὶ κρύφα πολλάκις καὶ φανερῶς προσέπταισεν ἐπιχειρήσας καταλαμβάνειν τὸ Ἄργος, ἅπαξ δὲ κλίμακας προσθεὶς μετʼ ὀλίγων ἐπὶ τὸ τεῖχος ἀνέβη παραβόλως, καὶ τοὺς βοηθοῦντας ἐνταῦθα τῶν φυλάκων ἀπέκτεινεν.
总之,阿拉图斯为了攻取阿尔戈斯,曾多次或暗或明地在阿里斯蒂普斯面前遭受挫折;但有一次,他架起云梯,孤注一掷地同少数部众登上城墙,并斩杀了赶来救援的守卫。
εἶτα ἡμέρας ἐπιφανείσης καὶ τοῦ τυράννου πανταχόθεν αὐτῷ προσβάλλοντος, οἱ μὲν Ἀργεῖοι, καθάπερ οὐχ ὑπὲρ τῆς ἐκείνων ἐλευθερίας τῆς μάχης οὔσης, ἀλλʼ ὡς τὸν ἀγῶνα τῶν Νεμείων βραβεύοντες, ἴσοι καὶ δίκαιοι θεαταὶ καθῆντο τῶν γινομένων, πολλὴν ἡσυχίαν ἄγοντες, ὁ δὲ Ἄρατος εὐρώστως ἀμυνόμενος λόγχῃ μὲν ἐκ χειρὸς διελαύνεται τὸν μηρόν,1 ἐκράτησε δὲ τῶν τόπων ἐν οἷς ἦν, καὶ οὐκ ἐξεώσθη μέχρι νυκτὸς ἐνοχλούμενος ὑπὸ τῶν πολεμίων.
随后天色破晓,僭主从四面八方朝他发起攻击,阿尔戈斯人却仿佛这场战斗并非为了他们的自由,而是如同在担当奈梅亚竞技会的裁判一般,安然端坐着充当眼前事态的公正观众,保持着十足的平静;而阿拉图斯虽然奋勇抵抗,大腿却被近身的短矛刺穿,但他仍坚守住了自己所处的据点,直到入夜遭敌人百般袭扰也未被逐出。
εἰ δὲ καὶ τὴν νύκτα τῷ πόνῳ προσεταλαιπώρησεν, οὐκ ἂν διήμαρτεν2 ὁ γὰρ τύραννος ἤδη περὶ δρασμὸν εἶχε καὶ πολλὰ τῶν ἰδίων ἐπὶ θάλασσαν προεξέπεμψε νῦν δὲ τοῦτο μὲν οὐδενὸς ἐξαγγείλαντος πρὸς τὸν Ἄρατον, ὕδατος δὲ ἐπιλιπόντος, ἑαυτῷ δὲ χρήσασθαι διὰ τὸ τραῦμα μὴ δυνάμενος,3 ἀπήγαγε τοὺς στρατιώτας.
假使他在夜间也咬牙承受住这番苦战,便决不会功败垂成;因为僭主当时已在筹划逃跑,并已将大批私产预先送往海边。然而现实中,既无一人将此事通报给阿拉图斯,水源又告匮乏,他自己也因伤势无法行动,遂率领士卒撤离了。
- 27.2διελαύνεται τὸν μηρόν
配合被动语态动词 διελαύνεται(被刺穿),名词 τὸν μηρόν 作限定宾格(身体部位宾格),指明主语(阿拉图斯)受创的具体部位。
- 27.3εἰ δὲ καὶ τὴν νύκτα τῷ πόνῳ προσεταλαιπώρησεν, οὐκ ἂν διήμαρτεν
过去与事实相反的虚拟条件句(反事实条件)。条件从句使用不定过去式直陈式 προσεταλαιπώρησεν,主句使用 ἄν 配合不定过去式直陈式 οὐκ ἂν διήμαρτεν,表达“倘若坚持到底,便不致失败”。后接的 νῦν δέ 是固定表达,意在将假想与现实相对照(“但实际上……”)。
- 27.3ἑαυτῷ δὲ χρήσασθαι διὰ τὸ τραῦμα μὴ δυνάμενος
χράομαι 搭配与格(ἑαυτῷ)构成的习语,字面意思是“使用自己”,实际表示“能够活动自身”或“施展能力”。此处指由于负伤,阿拉图斯已无法自如行动。
