← 普鲁塔克

阿拉图斯传

§26.1-26.4

恐惧度日的僭主与守法阿拉托斯的对比

通过对比揭示了僭主夜间在惶恐中睡在活板门上的悲惨生活,与阿拉托斯依靠美德与法律统治并留下受人尊崇之后嗣的高尚人生。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.1

ἐκεῖνος γὰρ Ἀντίγονον μὲν ἔχων σύμμαχον, τρέφων δὲ πολλοὺς ἕνεκα τῆς τοῦ σώματος ἀσφαλείας, οὐδένα δὲ ἐν τῇ πόλει ζῶντα τῶν ἐχθρῶν ὑπολελοιπώς, τοὺς μὲν δορυφόρους καὶ φύλακας ἔξω παρεμβάλλειν ἐκέλευεν ἐν τῷ περιστύλῳ, τοὺς δὲ οἰκέτας, ὁπότε δειπνήσαι,1 τάχιστα πάντας ἐξελαύνων καὶ τὴν μέταυλον ἀποκλείων μετὰ τῆς ἐρωμένης αὐτὸς εἰς οἴκημα κατεδύετο μικρὸν ὑπερῷον, θύρᾳ καταρρακτῇ κλειόμενον· ἧς ὑπεράνω τὴν κλίνην ἐπιτιθεὶς2 ἐκάθευδεν, ὡς εἰκὸς καθεύδειν τὸν οὕτως ἔχοντα, ταραχωδῶς καὶ περιφόβως.

因为那个人虽有安提柯为盟友,为了人身安全豢养了大批侍卫,且未让城中留下任何活着的仇敌,却仍命令其持矛侍卫与亲兵露宿在外的柱廊中;至于家仆,每当他用完晚餐,便以最快的速度将所有人驱逐出去,关闭内院的大门,自己与情妇退入楼上一间用活板门闭合的狭小房间;他将卧榻置于门上就寝,正如处于此种境况之人通常那样,睡得惶恐不安且充满惊骇。

§26.3

τὸ δὲ κλιμάκιον ἡ τῆς ἐρωμένης μήτηρ ὑφαιροῦσα κατέκλειεν εἰς ἕτερον οἴκημα, καὶ πάλιν ἅμʼ ἡμέρᾳ προσετίθει καὶ κατεκάλει τὸν θαυμαστὸν τύραννον, ὥσπερ ἑρπετὸν ἐκ φωλεοῦ κατερχόμενον. ὁ δὲ οὐχ ὅπλοις κατὰ βίαν, νόμῳ δὲ ὑπʼ ἀρετῆς ἀκατάπαυστον ἀρχὴν περιπεποιημένος, ἐν ἱματίῳ καὶ χλαμυδίῳ τῷ τυχόντι, τῶν πώποτε τυράννων κοινὸς ἀποδεδειγμένος ἐχθρός, ἄχρι τῆς τήμερον ἡμέρας γένος εὐδοκιμώτατον ἀπολέλοιπεν ἐν τοῖς Ἕλλησιν.

情妇的母亲则抽去小梯子锁在另一间屋里,拂晓时分又再次架上梯子,唤下这位了不起的僭主,而他就像爬虫从洞穴中出来一般爬下来。然而,另一位并非依靠武力和暴力,而是凭借德行依循法律获得了未曾中断的治权,平日仅身着寻常便服与外氅,公然被宣告为古往今来一切僭主之公敌的人,直到今日仍在希腊人中留下了极富声望的后代。

§26.4

ἐκείνων δὲ τῶν τὰς ἄκρας καταλαμβανόντων3 καὶ τοὺς δορυφόρους τρεφόντων καὶ τὰ ὅπλα καὶ τὰς πύλας καὶ τοὺς καταρράκτας προβαλλομένων ὑπὲρ τῆς τοῦ σώματος ἀσφαλείας ὀλίγοι τὸν ἐκ πληγῆς θάνατον, ὥσπερ οἱ λαγωοὶ, διέφυγον οἶκος δὲ ἢ γένος ἢ τάφος ἔχων τιμωμένην μνήμην οὐδενὸς λέλειπται.

反观那些占据卫城、豢养侍卫、为了人身安全而筑起刀兵、门户与落板门的人,正如野兔一般,只有极少数逃脱了暴死;他们当中没有一人留下了享有受人尊崇之记忆的家室、血脉或坟冢。

语法注3 条
  1. 26.2ὁπότε δειπνήσαι

    时间从句中表示过去反复发生的希求式(iterative optative)。意为“每当他用完晚餐”,与主句中的未完成过去时动词(κατεδύετο)相呼应。

  2. 26.2ἧς ὑπεράνω τὴν κλίνην ἐπιτιθεὶς

    关系代词 ἧς 的先行词是前紧邻的阴性名词短语 θύρᾳ καταρρακτῇ(活板门)。这表明他将床榻直接安放在楼上房间地面的活板门之上,以此防止下方的侵入。

  3. 26.4ἐκείνων δὲ τῶν τὰς ἄκρας καταλαμβανόντων

    句首的属格短语 ἐκείνων τῶν ... 充当后文主语 ὀλίγοι 以及否定代词 οὐδενὸς 的部分属格(partitive genitive)。它首先引出主题(“而在那些占据卫城的人当中……”),构建了整句的句法框架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:26.1-26.4