← 普鲁塔克

阿拉图斯传

§25.1-25.7

解放阿戈斯受挫与僭主的对抗

阿拉托斯图谋刺杀僭主以解放阿戈斯,但密谋泄露;其后他趁政变出兵也因市民顺从无意响应而告退败并被课以罚金,新僭主阿里斯提波斯遂对他深怀敌意并展开刺杀合谋。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25.1

ὁρῶν δὲ τοὺς ἀρίστους τῶν προσοίκων αὐτονομουμένους, Ἀργείοις δὲ δουλεύουσιν ἀχθόμενος, ἐπεβούλευεν ἀνελεῖν τὸν τύραννον αὐτῶν Ἀριστόμαχον, ἅμα τῇ τε πόλει θρεπτήρια τὴν ἐλευθερίαν ἀποδοῦναι1 φιλοτιμούμενος καὶ τοῖς Ἀχαιοῖς προσκομίσαι τὴν πόλιν·

阿拉托斯见最优秀的邻邦都享有自治,而因阿戈斯人身陷奴役深感痛心,遂密谋除掉他们的僭主阿里斯托马科斯,既渴望将自由作为抚育的酬报归还给这座城邦,又企图使该城归附阿哈伊亚人。

§25.2

οἱ μὲν οὖν τολμῶντες εὑρέθησαν, ὧν Αἰσχύλος προειστήκει καὶ Χαριμένης ὁ μάντις ξίφη δὲ οὐκ εἶχον, ἀλλʼ ἀπείρητο κεκτῆσθαι καὶ ζημίαι μεγάλαι τοῖς κεκτημένοις ἐπῆσαν ὑπὸ τοῦ τυράννου, κατασκευάσας οὖν ὁ Ἄρατος αὐτοῖς ἐν Κορίνθῳ μικρὰς παραξιφίδας ἐνέρραψεν εἰς σάγματα· καὶ ταῦτα περιθεὶς ὑποζυγίοις σκεύη τινὰ παρημελημένα κομίζουσιν εἰς Ἄργος ἀπέστειλε.

于是便物色到了敢作敢当之人,领头的是埃斯库罗斯和占卜者卡里梅内斯;但他们没有匕首,因为僭主严禁私藏武器,并对持有者施以重罚。阿拉托斯便在哥林多为他们制备了短匕首,缝进鞍褥之中;把这些鞍褥搭在运送简陋用具的驮兽背上,打发运往阿戈斯。

§25.3

Χαριμένους δὲ τοῦ μάντεως προσλαβόντος ἐπὶ τὴν πρᾶξιν ἄνθρωπον, οἱ περὶ τὸν Αἰσχύλον ἠγανάκτησαν καὶ διʼ ἑαυτῶν ἔπραττον, τοῦ Χαριμένους καταγνόντες. αἰσθόμενος δὲ ἐκεῖνος ὀργῇ κατεμήνυσε τοὺς ἄνδρας ἤδη βαδίζοντας ἐπὶ τὸν τύραννον· ὧν οἱ πλεῖστοι φθάσαντες ἐξ ἀγορᾶς ἀπέφυγον καὶ διεξέπεσον εἰς Κόρινθον.

然而,占卜者卡里梅内斯又擅自拉拢一人参与此事,埃斯库罗斯一派大为愤慨,鄙弃了卡里梅内斯,决意自行其事。卡里梅内斯察觉后,怒而告发了那些已经向僭主进发的人;其中大多数人抢先一步从广场逃脱,奔逃到了哥林多。

§25.4

οὐ μὴν ἀλλὰ χρόνου βραχέος διελθόντος ἀποθνῄσκει μὲν ὑπὸ δούλων Ἀριστόμαχος, ὑπολαμβάνει δὲ τὴν ἀρχὴν φθάσας Ἀρίστιππος, ἐξωλέστερος ἐκείνου τύραννος, ὅσοι δὴ τῶν Ἀχαιῶν ἐν ἡλικίᾳ παρόντες ἔτυχον, τούτους ἀναλαβὼν ὁ Ἄρατος ἐβοήθει πρὸς τὴν πόλιν ὀξέως, οἰόμενος εὑρήσειν τὰ τῶν Ἀργείων πρόθυμα.

尽管如此,不久之后阿里斯托马科斯仍被奴隶所杀,但阿里斯提波斯抢先篡夺了权位,此人是个比前任更为凶残的僭主。阿拉托斯率领所有当时在场的适龄的阿哈伊亚人,迅速前往该城实施援助,以为阿戈斯人定会群起响应。

§25.5

τῶν δὲ πολλῶν ἤδη διὰ συνήθειαν ἐθελοδούλως ἐχόντων καὶ μηδενὸς ἀφισταμένου πρὸς αὐτόν, ἀνεχώρησεν ἔγκλημα κατεσκευακὼς τοῖς Ἀχαιοῖς ὡς ἐν εἰρήνῃ πόλεμον ἐξενηνοχόσι. καὶ δίκην ἔσχον ἐπὶ τούτῳ παρὰ Μαντινεῦσιν, ἣν Ἀράτου μὴ παρόντος Ἀρίστιππος εἷλε διώκων καὶ μνῶν ἐτιμήθη τριάκοντα.2

但由于大众因久居其下已甘于受役,没有一人倒向他,他只得撤兵,却使阿哈伊亚人背负了在和平时期挑起战端的罪名。他们因此事在曼提尼亚人面前受审,在阿拉托斯缺席的情况下,阿里斯提波斯作为原告胜诉,诉讼被核定罚金三十明那。

§25.6

τὸν δὲ Ἄρατον αὐτὸν ἅμα καὶ μισῶν καὶ δεδοικώς ἐπεβούλευεν ἀνελεῖν συνεργοῦντος Ἀντιγόνου τοῦ βασιλέως· καὶ πανταχοῦ σχεδὸν ἦσαν οἱ τοῦτο πράττοντες αὐτοῖς καὶ καιρὸν ἐπιτηροῦντες.

阿里斯提波斯对阿拉托斯本人既痛恨又畏惧,遂与安提柯国王合谋除掉他;几乎到处都有他们派遣来执行此事、窥伺良机的人。

§25.7

ἀλλʼ οὐδὲν οἷον ἀληθινὴ καὶ βέβαιος εὔνοια φυλακτήριον3 ἀνδρὸς ἄρχοντος, ὅταν γὰρ ἐθισθῶσιν οἵ τε πολλοὶ καὶ οἱ δυνατοὶ μὴ τὸν ἡγούμενον, ἀλλʼ ὑπὲρ τοῦ ἡγουμένου δεδιέναι, πολλοῖς μὲν ὄμμασιν ὁρᾷ, διὰ πολλῶν δὲ ὤτων ἀκούει, καὶ προαισθάνεται τὰ γινόμενα διὸ καὶ βούλομαι τὸν λόγον ἐπιστήσας ἐνταῦθά που διεξελθεῖν περὶ τῆς Ἀριστίππου διαίτης, ἣν ἡ ζηλοτυπουμένη τυραννὶς αὐτῷ καὶ ὁ τῆς μακαρίας καὶ περιβοήτου μοναρχίας ὄγκος περιέθηκεν.

然而,对于一个统治者而言,没有任何护卫比得上真挚而持久的民心善意;因为一旦民众与显贵习惯于不是惧怕领袖,而是为领袖担忧,领袖便能拥有无数双眼睛去观察,无数双耳朵去倾听,并预先察知正在发生之事。因此,我想在此暂停叙事,详述一下阿里斯提波斯的起居作息,这是受人艳羡的僭主之位以及那至福且备受称颂的君主地位的虚饰强加给他的。

语法注3 条
  1. 25.1θρεπτήρια τὴν ἐλευθερίαν ἀποδοῦναι

    θρεπτήρια 为中性复数宾格,意为“抚育之报酬”,用作直接宾语 τὴν ἐλευθερίαν 的谓语性同格成分(“将自由作为抚育的酬报归还”)。此句呼应了阿拉托斯幼年曾在阿戈斯受庇护成长的背景。

  2. 25.5καὶ μνῶν ἐτιμήθη τριάκοντα

    被动语态动词 ἐτιμήθη(源自 τιμάω)在此为司法专门用语,意为“被评估/处以罚款”。其主语是关系代词 ἣν 所指代的诉讼(δίκην),属格 μνῶν τριάκοντα 表示罚金数额(价值属格)。

  3. 25.7ἀλλʼ οὐδὲν οἷον ἀληθινὴ καὶ βέβαιος εὔνοια φυλακτήριον

    οὐδὲν οἷον 为固定习语,意为“没有什么比得上……”(源自 οὐδέν ἐστι τοιοῦτον οἷον... 的紧缩省略)。带有名词谓语 φυλακτήριον(护卫、屏障),整句主干意为“对于执政者而言,没有任何护卫比得上真诚而坚固的民心善意”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:25.1-25.7