- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:24.1-24.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿拉托斯巩固了对科林斯卫城及周边的控制,使墨伽拉等城邦加入阿同盟,出兵阿提卡并结盟托勒密;他以城邦团结为整体的政治理念,成为同盟持续的实际领袖。
ὁ δὲ Ἄρατος εὐθὺς τό τε Ἡραῖον ὑφʼ ἑαυτῷ καὶ τὸ Λέχαιον ἐποιήσατο· καὶ νεῶν μὲν εἰκοσιπέντε βασιλικῶν ἐκυρίευσεν, ἵππους δὲ πεντακοσίους καὶ Σύρους τετρακοσίους ἀπέδοτο τόν τε Ἀκροκόρινθον ἐφύλαττον οἱ Ἀχαιοὶ τετρακοσίοις ὁπλίταις καὶ πεντήκοντα κυσὶ καὶ κυνηγοῖς ἴσοις ἐν τῷ φρουρίῳ τρεφομένοις.
阿拉托斯随即把赫拉神庙和莱凯翁置于自己控制之下;他缴获了国王的二十五艘战船,并变卖了五百匹战马和四百名叙利亚士兵。亚该亚人以四百名重装步兵、要塞内饲养的五十只猎犬以及同等数量的驯犬人把守阿克罗哥林多。
οἱ μὲν οὖν Ῥωμαῖοι τὸν Φιλοποίμενα θαυμάζοντες Ἑλλήνων ἔσχατον προσηγόρευον, ὡς μηδενὸς μεγάλου μετʼ ἐκεῖνον ἐν τοῖς Ἕλλησι γενομένου· ἐγὼ δὲ τῶν Ἑλληνικῶν πράξεων ταύτην ἐσχάτην καὶ νεωτάτην φαίην ἂν πεπρᾶχθαι,1 τοῦτο μὲν τόλμῃ, τοῦτο δὲ τύχῃ ταῖς ἀρίσταις ἐνάμιλλον, ὡς ἐδήλωσεν εὐθὺς τὰ γινόμενα.
罗马人出于对菲洛波伊曼的钦佩,称他为“最后的希腊人”,意指在他之后希腊人中再无伟大人物出现;但我却要说,在希腊人的各项功绩中,这是作为最后也是最切合新时代的伟大业绩而完成的,无论在果敢还是运气上均足与最卓绝者颉颃,其后立刻发生的诸事便证明了这一点。
Μεγαρεῖς τε γὰρ ἀποστάντες Ἀντιγόνου τῷ Ἀράτῳ προσέθεντο, καὶ Τροιζήνιοι μετὰ Ἐπιδαυρίων συνετάχθησαν εἰς τοὺς Ἀχαιούς, ἔξοδόν τε πρώτην θέμενος εἰς τὴν Ἀττικὴν ἐνέβαλε, καὶ τὴν Σαλαμῖνα διαβὰς ἐλεηλάτησεν, ὥσπερ ἐξ εἱρκτῆς λελυμένῃ τῇ δυνάμει τῶν Ἀχαιῶν ἐφʼ ὅ τι βούλοιτο χρώμενος. Ἀθηναίοις δὲ τοὺς ἐλευθέρους ἀφῆκεν ἄνευ λύτρων, ἀρχὰς ἀποστάσεως ἐνδιδοὺς αὐτοῖς.
因为墨伽拉人脱离安提柯而归附了阿拉托斯,特罗曾人也与埃皮达鲁斯人一同编入了阿同盟;阿拉托斯首次出征便攻入阿提卡,并渡海劫掠了萨拉米斯,阿同盟的力量仿若脱出牢笼,任他随心驱使。对于雅典人,他免赎金释放了其中的自由人,从而赋予他们脱离叛变的契机。
Πτολεμαῖον δὲ σύμμαχον ἐποίησε τῶν Ἀχαιῶν, ἡγεμονίαν ἔχοντα πολέμου καὶ κατὰ γῆν καὶ θάλατταν. οὕτω δὲ ἴσχυσεν ἐν τοῖς Ἀχαιοῖς, ὥστʼ, εἰ μὴ κατʼ ἐνιαυτὸν ἐξῆν, παρʼ ἐνιαυτὸν αἱρεῖσθαι στρατηγὸν αὐτόν,2 ἔργῳ δὲ καὶ γνώμῃ διὰ παντὸς ἄρχειν. ἑώρων γὰρ αὐτὸν οὐ πλοῦτον, οὐ δόξαν, οὐ φιλίαν βασιλικήν, οὐ τὸ τῆς αὑτοῦ πατρίδος συμφέρον, οὐκ ἄλλο τι τῆς αὐξήσεως τῶν Ἀχαιῶν ἐπίπροσθεν ποιούμενον.
他又使托勒密成为阿同盟的盟友,赋予其在陆地和海上的战争统帅权。他在阿民中享有极高的威望,以致于即便法律不允许每年连选他,他们也隔年推选他为统帅,而在实际行动与决策上,他始终统领全局。因为人们看到,无论是财富、名望、与君王的友谊、自己城邦的私利,还是任何其他事物,他都绝不会置于阿同盟的发展壮大之上。
ἡγεῖτο γὰρ ἀσθενεῖς ἰδίᾳ τὰς πόλεις ὑπαρχούσας σῴζεσθαι διʼ ἀλλήλων ὥσπερ ἐνδεδεμένας τῷ κοινῷ συμφέροντι, καὶ καθάπερ τὰ μέρη τοῦ σώματος ζῶντα καὶ συμπνέοντα διὰ τὴν πρὸς ἄλληλα συμφυΐαν, ὅταν ἀποσπασθῇ καὶ γένηται χωρίς, ἀτροφεῖ καὶ σήπεται, παραπλησίως τὰς πόλεις ἀπόλλυσθαι μὲν ὑπὸ τῶν διασπώντων τὸ κοινόν, αὔξεσθαι δὲ ὑπʼ ἀλλήλων,3 ὅταν ὅλου τινὸς μεγάλου μέρη γενόμεναι κοινῆς προνοίας τυγχάνωσιν.
在他看来,各城邦单独存在时固然弱小,但若如被共同利益维系在一起那般,便能通过彼此依存而得以保全;正如肉体的各部分因相互间的聚合而共存并呼吸,一旦被剥离割裂,便会萎缩腐烂;同样地,城邦若被割裂共同体之人拆散便会归于毁灭,但若成为一个伟大整体的组成部分并受到共同的关照,便会藉由彼此而繁荣壮大。
- 24.2ἐγὼ δὲ τῶν Ἑλληνικῶν πράξεων ταύτην ἐσχάτην καὶ νεωτάτην φαίην ἂν πεπρᾶχθαι
主句动词为希求法加ἄν构成的潜在句(φαίην ἄν,“我愿说/我可以说”),统领宾语与不定式结构(ταύτην... πεπρᾶχθαι)。ταύτην(指攻取科林斯的功绩)是不定式 πεπρᾶχθαι 的逻辑主语,ἐσχάτην καὶ νεωτάτην 作其表语形容词。部分属格 τῶν Ἑλληνικῶν πράξεων(在希腊人的诸功绩中)前置以示强调。νεωτάτην 不仅表示时间上的“最近”,亦承接上文的 ἔσχατος,含有“最崭新/具有新时代特征”的对比意味。
- 24.4ὥστʼ, εἰ μὴ κατʼ ἐνιαυτὸν ἐξῆν, παρʼ ἐνιαυτὸν αἱρεῖσθαι στρατηγὸν αὐτόν
在引出结果的 ὥστε 从句中,嵌有条件从句 εἰ μὴ κατʼ ἐνιαυτὸν ἐξῆν(“既然/如果不能逐年”)。两个介词短语形成鲜明对照:κατʼ ἐνιαυτόν 意为“每年/连年”,而 παρʼ ἐνιαυτόν 意为“隔年/每隔一年”(反映了阿民同盟禁止连任统帅的法规)。αἱρεῖσθαι 是 ὥστε 统领的不定式,省略的主语为“阿民”,αὐτόν 为直接宾语,στρατηγόν 为补足宾格;随后的不定式 ἄρχειν 与 αἱρεῖσθαι 构成并列。
- 24.5καθάπερ τὰ μέρη τοῦ σώματος ζῶντα καὶ συμπνέοντα διὰ τὴν πρὸς ἄλληλα συμφυΐαν, ὅταν ἀποσπασθῇ καὶ γένηται χωρίς, ἀτροφεῖ καὶ σήπεται, παραπλησίως τὰς πόλεις ἀπόλλυσθαι μὲν ὑπὸ τῶν διασπώντων τὸ κοινόν, αὔξεσθαι δὲ ὑπʼ ἀλλήλων
这是一个复杂的明喻句结构。前半部分由 καθάπερ(正如)引导,主语 τὰ μέρη τοῦ σώματος(肉体的各部分)统领两个直陈式动词 ἀτροφεῖ καὶ σήπεται(萎缩与腐烂)。后半部分以副词 παραπλησίως(同样地)与之呼应,语法上重新回到句首主动词 ἡγεῖτο(他认为)所统摄的宾语不定式结构,以 τὰς πόλεις 为宾格主语,后接并列不定式 ἀπόλλυσθαι μὲν... αὔξεσθαι δέ。
