← 普鲁塔克

阿拉图斯传

§23.1-23.5

哥林多加入同盟与城门钥匙的归还

阿拉托斯步入剧场受到哥林多市民的热烈欢迎,说服他们加入阿同盟并归还城门钥匙,处置了敌军将领,并附记了哲学家佩尔塞奥斯败逃后的轶事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.1

ἐπεὶ δὲ ἀσφαλῶς ἐδόκει πάντα ἔχειν, κατέβαινεν εἰς τὸ θέατρον ἀπὸ τῆς ἄκρας, πλήθους ἀπείρου συρρέοντος ἐπιθυμίᾳ τῆς τε ὄψεως αὐτοῦ καὶ τῶν λόγων οἷς ἔμελλε χρῆσθαι πρὸς τοὺς Κορινθίους.

当一切看起来都已稳妥在握时,他从卫城走下剧场,无数的民众聚拢而来,渴望亲眼见到他,并聆听他将对哥林多人发表的言辞。

§23.2

ἐπιστήσας δὲ ταῖς παρόδοις ἑκατέρωθεν τοὺς Ἀχαιούς, αὐτὸς ἀπὸ τῆς σκηνῆς εἰς μέσον προῆλθε, τεθωρακισμένος καὶ τῷ προσώπῳ διὰ τὸν κόπον καὶ τὴν ἀγρυπνίαν ἠλλοιωμένος, ὥστε τῆς ψυχῆς τὸ γαυρούμενον καὶ χαῖρον ὑπὸ τῆς περὶ τὸ σῶμα βαρύτητος κατακρατεῖσθαι.1

他将阿喀亚人派驻在两侧的通道上,自己从舞台走向中央,身披甲胄,因疲劳与彻夜未眠而容貌大变,以致心灵的自豪与欢欣竟被肉体的沉重所压制。

§23.3

τῶν δὲ ἀνθρώπων ἅμα τῷ προσελθεῖν αὐτὸν ἐκχυθέντων ταῖς φιλοφροσύναις, μεταλαβὼν εἰς τὴν δεξιὰν τὸ δόρυ, καὶ τὸ γόνυ καὶ τὸ σῶμα τῇ ῥοπῇ μικρὸν ἐγκλίνας καὶ ἀπερεισάμενος, εἱστήκει πολὺν χρόνον σιωπῇ δεχόμενος αὐτῶν τοὺς κρότους καὶ τὰς ἐπιβοήσεις, ἐπαινούντων μὲν τὴν ἀρετήν, ζηλούντων δὲ τὴν τύχην.

众人见他走来,立刻爆发出亲热的情感;他把矛换到右手,膝盖与身躯顺着沉重的身势微微弯曲倚靠着,静默伫立了许久,接受着他们的掌声与欢呼——人们既赞赏他的英勇,又羡慕他的幸运。

§23.4

ὡς δὲ ἐπαύσαντο καὶ κατέστησαν, συναγαγὼν ἑαυτὸν διεξῆλθε λόγον ὑπὲρ τῶν Ἀχαιῶν τῇ πράξει πρέποντα, καὶ συνέπεισε τοὺς Κορινθίους Ἀχαιοὺς γενέσθαι, καὶ τῶν πυλῶν τὰς κλεῖς ἀπέδωκε τότε πρῶτον ἀπὸ τῶν Φιλιππικῶν καιρῶν ὑπʼ ἐκείνοις γενομένας·2 τῶν δὲ Ἀντιγόνου στρατηγῶν Ἀρχέλαον μὲν ἀφῆκεν ὑποχείριον γενόμενον, Θεόφραστον δὲ ἀνεῖλεν οὐ βουλόμενον ἀπαλλάττεσθαι·

待他们止歇并平静下来,他振作精神,代表阿喀亚人发表了与此功绩相称的演说,并说服哥林多人加入阿喀亚同盟;他还交还了城门的钥匙,自腓力时代以来,这些钥匙此时才首次重归哥林多人掌控。至于安提柯的将领们,阿凯拉奥斯虽成了阶下囚,阿拉托斯却将他释放,但处死了不愿离去的塞奥弗拉斯托斯。

§23.5

Περσαῖος δὲ τῆς ἄκρας ἁλισκομένης εἰς Κεγχρεὰς διεξέπεσεν. ὕστερον δὲ λέγεται σχολάζων πρὸς τὸν εἰπόντα μόνον αὐτῷ δοκεῖν στρατηγὸν εἶναι τὸν σοφόν, ἀλλὰ νὴ θεούς, φάναι,3 τοῦτο μάλιστα κἀμοί ποτε τῶν Ζήνωνος ἤρεσκε δογμάτων νῦν δὲ μεταβάλλομαι νουθετηθεὶς ὑπὸ τοῦ Σικυωνίου νεανίου. ταῦτα μὲν περὶ Περσαίου πλείονες ἱστοροῦσιν.

而佩尔塞奥斯在卫城被攻陷时逃往肯克瑞埃。据说后来闲居时,有人对他讲,唯有智者在他看来才称得上是将领,“然而,凭诸神起誓,”他说,“芝诺的学说中,昔日这曾是最让我赞同的;但如今我改变了想法,因为我已受到了那位西锡安青年的训导。” 关于佩尔塞奥斯,许多史家都是如此记载的。

语法注3 条
  1. 23.2ὥστε τῆς ψυχῆς τὸ γαυρούμενον καὶ χαῖρον ὑπὸ τῆς περὶ τὸ σῶμα βαρύτητος κατακρατεῖσθαι

    在由 ὥστε 引导的结果从句中,带有中性冠词的分词 τὸ γαυρούμενον καὶ χαῖρον 起抽象名词作用,作被动不定词 κατακρατεῖσθαι 的主语,动作者/原因由 ὑπό 接属格表示。

  2. 23.4ὑπʼ ἐκείνοις γενομένας

    介词 ὑπό 带与格,表示处于某人的支配或掌控之下的状态(“处于他们掌握之中”)。代词 ἐκείνοις 在语境中指前文的哥林多人(τοὺς Κορινθίους),分词 γενομένας 则与宾语 τὰς κλεῖς 在性、数、格上保持一致。

  3. 23.5λέγεται... φάναι

    在主动词 λέγεται 所统辖的结构中,言说动词 φάναι 作为插入语直接置于直接引语的开端(ἀλλὰ νὴ θεούς)之后,将所引述的话语一分为二。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:23.1-23.5