← 普鲁塔克

阿拉图斯传

§22.1-22.6

占领阿克罗 Corinth 与三百人的增援

阿拉托斯在月光的指引下成功攀至卫城城墙,而掉队的后方三百名士兵伏击击溃了阿凯拉奥斯的部队,随后赶往上方增援,彻底占领了要塞。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22.1

ἐν τούτῳ δὲ ὁ μὲν Ἄρατος ἐμφὺς τῇ πορείᾳ παρὰ τὸ κρημνῶδες ἡμιλλᾶτο, βραδέως καὶ ταλαιπώρως τὸ πρῶτον, οὐ κατακρατῶν, ἀλλʼ ἀποπλανώμενος τοῦ τρίβου παντάπασιν ἐνδεδυκότος καὶ περισκιαζομένου ταῖς τραχύτησι καὶ διὰ πολλῶν ἑλιγμῶν καὶ παραβολῶν περαίνοντος πρὸς τὸ τεῖχος, εἶτα θαυμάσιον οἷον1 ἡ σελήνη λέγεται διαστέλλουσα τὰ νέφη καὶ ὑπολαμποῦσα, τῆς ὁδοῦ τὸ χαλεπώτατον σαφηνίζειν,2 ἕως ἥψατο τοῦ τείχους καθʼ ὃν ἔδει τόπον· ἐκεῖ δὲ πάλιν συνεσκίασε καὶ ἀπέκρυψε νεφῶν συνελθόντων.

与此同时,阿拉托斯紧攀着险峻的绝壁奋力前行,起初行进缓慢而艰难,不仅无法驾驭道路,反而在小径中迷失了方向;因为这小径完全隐没在崎岖不平的岩石之中,被阴影笼罩,经过许多曲折和迂回才通向城壁。接着,据传月亮神妙地拨开云雾,投下光芒,照亮了道路最为险峻的地段,直至他在既定的地点攀上了城墙;但在那里,随着云层的重新聚拢,四周又再度陷入阴暗与遮蔽之中。

§22.2

οἱ δὲ περὶ τὰς πύλας ἔξω περὶ τὸ Ἡραῖον ἀπολειφθέντες τοῦ Ἀράτου στρατιῶται, τριακόσιοι τὸ πλῆθος ὄντες, ὥς ποτε παρεισέπεσον εἰς τὴν πόλιν θορύβου τε παντοδαποῦ καὶ φώτων γέμουσαν, οὐ δυνηθέντες ἐξανευρεῖν τὸν αὐτὸν τρίβον οὐδʼ εἰς ἴχνος ἐμβῆναι τῆς ἐκείνων πορείας, ἔπτηξαν ἀθρόοι πρός τινι παλινσκίῳ λαγόνι τοῦ κρημνοῦ συστείλαντες ἑαυτούς, καὶ διεκαρτέρουν ἐνταῦθα περιπαθοῦντες καὶ δυσανασχετοῦντες.

至于阿拉托斯手下留守在赫拉神庙旁城门外的那三百名士兵,虽然终于溜进了充满各式各样的骚乱与火光的城中,却无法找到同样的小径,也未能踏上先行部队的行军足迹;于是他们紧贴着悬崖的一处背阴深凹处缩成一团,满怀焦虑与绝望地在那里苦苦坚守。

§22.3

βαλλομένων γὰρ ἀπὸ τῆς ἄκρας ἤδη τῶν περὶ τὸν Ἄρατον καὶ μαχομένων, ἀλαλαγμὸς ἐναγώνιος ἐχώρει κάτω, καὶ κραυγὴ περιήχει, διὰ τὴν ἀπὸ τῶν ὀρῶν ἀνάκλασιν συγκεχυμένη καὶ ἄδηλος ὅθεν εἴληφε τὴν ἀρχήν, διαπορούντων δὲ αὐτῶν ἐφʼ ὅ τι χρὴ τραπέσθαι μέρος, Ἀρχέλαος ὁ τῶν βασιλικῶν ἡγεμὼν στρατιώτας ἔχων πολλοὺς μετὰ κραυγῆς ἀνέβαινε καὶ σαλπίγγων, ἐπιφερόμενος τοῖς περὶ τὸν Ἄρατον, καὶ παρήλλαττε τοὺς τριακοσίους.

因为当时阿拉托斯一行人已经遭受从卫城投掷的攻击并陷入苦战,交战的呐喊声向下方传来,喧嚣的回声在四野回荡,由于山峦的反弹而变得混乱不清,难辨其源头。正当他们为该转向何处而不知所措时,皇家守军的将领阿凯拉奥斯率领大批士兵,伴随着呐喊声和号角声向上进发,意图直扑阿拉托斯的人马,恰好从这三百人身旁经过。

§22.4

οἱ δὲ ὥσπερ ἐξ ἐνέδρας ἀναστάντες ἐμβάλλουσιν αὐτῷ καὶ διαφθείρουσιν οἷς ἐπέθεντο πρώτοις,3 τοὺς δὲ ἄλλους καὶ τὸν Ἀρχέλαον φοβήσαντες ἐτρέψαντο καὶ κατεδίωξαν ἄχρι τοῦ σκεδασθῆναι περὶ τὴν πόλιν διαλυθέντας. ἄρτι δὲ τούτων νενικηκότων Ἐργῖνος ἀπὸ τῶν ἄνω μαχομένων ἦλθεν, ἀγγέλλων συμπεπλέχθαι τοῖς πολεμίοις τὸν Ἄρατον ἀμυνομένοις εὐρώστως, καὶ μέγαν ἀγῶνα περὶ αὐτὸ τὸ τεῖχος εἶναι, καὶ τάχους δεῖν τῆς βοηθείας.

他们宛如从伏击中一跃而起,扑向阿凯拉奥斯,杀死了最先交锋的敌兵;随后,他们令其余的人和阿凯拉奥斯陷入恐慌,将之击溃并追击,直到敌军溃散、四散在城中各处。他们刚刚获胜,埃尔吉诺斯就从上方交战处赶来,报告说阿拉托斯正与顽强抵抗的敌人混战,围绕城墙本身正进行着一场恶战,急需火速增援。

§22.5

οἱ δὲ εὐθὺς ἐκέλευον ἡγεῖσθαι· καὶ προσβαίνοντες ἅμα φωνῇ διεσήμαινον ἑαυτούς, ἐπιθαρρύνοντες τοὺς φίλους· ἥ τε πανσέληνος ἀπέφαινε τὰ ὅπλα πλείονα φαινόμενα τοῖς πολεμίοις διὰ τὸ μῆκος τῆς πορείας, καὶ τὸ τῆς νυκτὸς ἠχῶδες τὸν ἀλαλαγμὸν ἀπὸ πολλαπλασιόνων ἢ τοσούτων4 ἐποίει δοκεῖν φέρεσθαι.

他们随即命令他带路;在向上攀登的同时,他们齐声呼喊表明身份,鼓舞战友。满月使得他们的队列在漫长的行军中向敌人显出更多的武器,而黑夜的共鸣也使那战吼听起来仿佛出自数倍于此的人数。

§22.6

τέλος δὲ συνερείσαντες ἐξωθοῦσι τοὺς πολεμίους καὶ καθυπέρτεροι τῆς ἄκρας ἦσαν καὶ τὸ φρούριον εἶχον, ἡμέρας ἤδη διαυγούσης, ὅ τε ἥλιος εὐθὺς ἐπέλαμπε τῷ ἔργῳ, καὶ παρῆν ἐκ Σικυῶνος ἡ λοιπὴ δύναμις τῷ Ἀράτῳ, δεχομένων κατὰ πύλας τῶν Κορινθίων προθύμως καὶ τοὺς βασιλικοὺς συλλαμβανόντων.

最终,他们齐力压上,击退了敌人,控制了制高点并夺取了要塞;此时黎明已经破晓,初升的太阳随即照耀在这一伟业之上。来自西锡安的其余援军也抵达阿拉托斯处,而哥林多人热情地在城门迎接他们,并协助擒拿皇家守军。

语法注4 条
  1. 22.1θαυμάσιον οἷον

    源自 θαυμάσιόν ἐστιν οἷον 的习用副词性短语,意为“令人惊叹地”“不可思议地”。在语法上,原本独立的从句在此已凝结为一个修饰全句动作的副词性表达。

  2. 22.1ἡ σελήνη λέγεται διαστέλλουσα τὰ νέφη καὶ ὑπολαμποῦσα, τῆς ὁδοῦ τὸ χαλεπώτατον σαφηνίζειν

    人称构文(personal construction)。此处未采用非人称结构(如 λέγεται ὅτι ἡ σελήνη... 或带有宾格加不定词的 λέγεται τὴν σελήνην... σαφηνίζειν),而是将逻辑主语 ἡ σελήνη 提升为被动主干动词 λέγεται 的语法主语,并统辖不定词 σαφηνίζειν 以及与其在主格上一致的分词(διαστέλλουσα, ὑπολαμποῦσα)。

  3. 22.4οἷς ἐπέθεντο πρώτοις

    省略先行词的关系从句。主句动词 διαφθείρουσι 的直接宾语(先行词 τούτους)被省略,而关系代词 οἷς 则受从句动词 ἐπέθεντο(ἐπιτίθημι 要求与格)的支配而呈与格。表述语形容词 πρώτοις 亦与关系代词保持格的一致(“他们首先攻击的那些人”)。

  4. 22.5ἀπὸ πολλαπλασιόνων ἢ τοσούτων

    带有指示代词的比较结构。τοσούτων(“如此众多的人”)指代当场的实际人数(那三百人),与 ἢ 连用表示“比实际的那点人数多出数倍的人群”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:22.1-22.6