- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:21.1-21.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿拉托斯率领精兵逼近科林斯城墙,借海上涌来的云层掩护袭占城门并架梯入城;他在市内伏击了一支四人巡逻队,但漏网的一名守卫大声呼救,号角随之响彻全城。
ἐπεὶ δὲ ἦν ἕτοιμα πάντα, τὴν μὲν ἄλλην δύναμιν ἐκέλευσεν ἐπὶ τῶν ὅπλων νυκτερεύειν, ἀναλαβὼν δὲ λογάδας τετρακοσίους οὐδʼ αὐτοὺς εἰδότας τὰ πραττόμενα, πλὴν ὀλίγων, ἦγε πρὸς τὰς πύλας παρὰ τὸ Ἡραῖον. ἦν δὲ τοῦ ἔτους ἡ περὶ θέρος ἀκμάζον ὥρα, τοῦ δὲ μηνὸς πανσέληνος, ἡ δὲ νὺξ ἀνέφελος καὶ καταφανής, ὥστε καὶ φόβον τὰ ὅπλα παρέχειν ἀντιλάμποντα πρὸς τήν σελήνην, μὴ τοὺς φύλακας οὐ λάθωσιν.1
一切准备就绪后,他命令其余军队全副武装通宵待命,自己则挑选了四百名精兵——除少数人外,他们本人甚至不知道此行的目的——率领他们朝赫拉神庙旁的城门进发。当时正值盛夏时节,月中满月,夜空无云而明澈,以至于武器反照着月光,令人担忧无法避开守卫的耳目。
ἤδη δὲ τῶν πρώτων ἐγγὺς ὄντων ἀπὸ θαλάσσης ἀνέδραμε νέφη καὶ κατέσχε τήν τε πόλιν αὐτὴν καὶ τὸν ἔξω τόπον ἐπίσκιον γενόμενον, ἐνταῦθα δὲ οἱ μὲν ἄλλοι συγκαθίσαντες ὑπελύοντο τὰς κρηπῖδας οὔτε γὰρ ψόφον ποιοῦσι πολὺν οὔτε ὀλισθήματα λαμβάνουσι γυμνοῖς τοῖς ποσὶν ἀντιλαμβανόμενοι τῶν κλιμάκων ὁ δὲ Ἐργῖνος ἑπτὰ λαβὼν νεανίσκους ἐσταλμένους ὁδοιπορικῶς ἔλαθε τῇ πύλῃ προσμίξας.2
然而,当先头部队逼近时,海上涌起了云层,将整座城市和外面的地面笼罩在阴影之下。于是其他人蹲下身来脱去鞋履;因为赤足攀附梯子时,既不会弄出大响动,也不会滑落。与此同时,埃尔吉诺斯带着七名作行客打扮的年轻人,神不知鬼不觉地摸到了城门跟前。
καὶ τὸν πυλωρὸν ἀποκτιννύουσι καὶ τοὺς μετʼ αὐτοῦ φύλακας, ἅμα δὲ αἵ τε κλίμακες προσετίθεντο καὶ κατὰ σπουδὴν ὁ Ἄρατος ὑπερβιβάσας ἑκατὸν ἄνδρας, τοὺς δʼ ἄλλους ἕπεσθαι κελεύσας ὡς ἂν δύνωνται τάχιστα, τὰς κλίμακας ἀναρπάσας ἐχώρει διὰ τῆς πόλεως μετὰ τῶν ἑκατὸν ἐπὶ τήν ἄκραν, ἤδη περιχαρὴς διὰ τὸ λανθάνειν ὡς κατορθῶν.
他们杀死了看门人及随行守卫。与此同时,云梯架设起来,阿拉托斯迅速让一百人翻越入城,命令其余的人尽快跟上,自己收拢梯子,带着这一百人穿过城市直奔卫城,因行踪未被发觉而欣喜若狂,仿佛已经胜券在握。
καί πως ἔτι πρόσωθεν αὐτοῖς ἀπήντα σὺν φωτὶ φυλακὴ τεσσάρων ἀνδρῶν οὐ καθορωμένοις ἔτι γὰρ ἦσαν ἐν τῷ σκιαζομένῳ τῆς σελήνης· ἐκείνους δὲ προσιόντας ἐξ ἐναντίας καθορῶσι. μικρὸν οὖν ὑποστείλας τειχίοις τισὶ καὶ οἰκοπέδοις,3 ἐνέδραν ἐπὶ τοὺς ἄνδρας καθίζει, καὶ τρεῖς μὲν αὐτῶν ἐμπεσόντες ἀποθνῄσκουσιν, ὁ δὲ τέταρτος πληγεὶς ξίφει τήν κεφαλήν ἔφυγε, βοῶν ἔνδον εἶναι τοὺς πολεμίους.
然而,一支手持灯火的四人巡逻队凑巧从尚远之处向他们走来,此时巡逻队并未看见他们,因为他们仍处于月光的阴影之中;但他们却清楚地看到了迎面而来的守军。于是阿拉托斯稍微退避到几处矮墙和宅基地后,设伏袭击这些人。其中三人中伏身亡,第四人头部被剑击伤,仓皇逃遁,高喊敌人已经入城。
καὶ μετὰ μικρὸν αἵ τε σάλπιγγες ἐπεσήμαινον, ἥ τε πόλις ἐξανίστατο πρὸς τὰ γινόμενα, πλήρεις τε ἦσαν οἵ στενωποὶ διαθεόντων, καὶ φῶτα πολλὰ, τὰ μὲν κάτωθεν ἤδη, τὰ δὲ ἄνωθεν ἀπὸ τῆς ἄκρας περιέλαμπε, καὶ κραυγὴ συνερρήγνυτο πανταχόθεν ἄσημος.
片刻之后,号角鸣响示警,全城因眼前的变故而惊醒骚动,街巷中挤满了奔走的人群,无数的灯火有的已从下方、有的从上方的卫城四处映照,四面八方爆发出一片混杂不清的叫喊声。
- 21.1μὴ τοὺς φύλακας οὐ λάθωσιν
由 φόβον παρέχειν 引导的惧怕从句。双重否定 μὴ οὐ 后接虚拟式 λάθωσιν,表示消极的担忧,即“唯恐不能瞒过守军”(即担心会被发现)。
- 21.2ἔλαθε τῇ πύλῃ προσμίξας
动词 λανθάνω 与补充性分词 προσμίξας 连用的固定句型,表示主语埃尔吉诺斯“神不知鬼不觉地/避人耳目地接近了城门”。
- 21.4μικρὸν οὖν ὑποστείλας τειχίοις τισὶ καὶ οἰκοπέδοις
主动分词 ὑποστείλας 作不及物或反身用法,意为“退避”、“隐蔽”。与格 τειχίοις τισὶ καὶ οἰκοπέδοις 表示隐蔽所依托的地点/处所(“在矮墙和宅基地之后隐蔽”)。
