- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:20.1-20.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
奉命侦察的仆人泰克农误将相貌酷似的兄弟狄奥尼修斯当成同谋并泄密,险遭诱捕,幸得埃尔吉诺斯路过解救;阿拉托斯随即用金钱诱执狄奥尼修斯并将其监禁,着手准备突袭。
οὖσαν δὲ καθʼ αὑτὴν ἐπισφαλῆ τὴν πρᾶξιν ἐπισφαλεστέραν ἐποίησεν ἁμαρτία τις εὐθὺς ἐν ἀρχῇ συμβᾶσα διʼ ἄγνοιαν. ὁ γὰρ οἰκέτης τοῦ Ἀράτου Τέχνων ἐπέμφθη μὲν ὡς μετὰ τοῦ Διοκλέους κατασκεψόμενος τὸ τεῖχος, οὔπω δʼ ἦν τῷ Διοκλεῖ πρότερον ἐντετυχηκὼς κατʼ ὄψιν, ἀλλὰ τὴν μορφὴν αὐτοῦ καὶ τὸ εἶδος δοκῶν κατέχειν ἐξ ὧν ὁ Ἐργῖνος ἐπεσήμηνεν οὐλοκόμην καὶ μελάγχρουν καὶ ἀγένειον.1
这项行动本身已十分凶险,而就在刚开始时,因无知而犯下的一个差错又使其变得更加凶险。原来,阿拉托斯的仆人泰克农受命与迪奥克勒斯一同去侦察城墙,但他此前从未当面见过迪奥克勒斯,只是根据埃尔吉诺斯所指明的情状——卷发、肤黑、无须——自以为掌握了他的体貌特征。
ἐλθὼν οὖν ὅπου συνετέτακτο, τὸν Ἐργῖνον ὡς ἀφιξόμενον μετὰ τοῦ Διοκλέους ἀνέμενε πρὸ τῆς πόλεως πρὸ τοῦ καλουμένου Ὄρνιθος, ἐν δὲ τούτῳ πρῶτος ἀδελφὸς Ἐργίνου καὶ Διοκλέους ὄνομα Διονύσιος οὐ συνειδὼς τὴν πρᾶξιν οὐδὲ κοινωνῶν, ὅμοιος δὲ τῷ Διοκλεῖ, προσῄει κατὰ τύχην. ὁ δὲ Τέχνων πρὸς τὰ σημεῖα τῆς μορφῆς τῇ ὁμοιότητι κινηθείς ἠρώτησε τὸν ἄνθρωπον εἴ τι συμβόλαιον αὐτῷ πρὸς Ἐργῖνον εἴη.
于是,泰克农来到约定的地点,在城外一处名为“奥尔尼斯”的地方前,等候带着迪奥克勒斯同来的埃尔吉诺斯。恰在此刻,埃尔吉诺斯与迪奥克勒斯的兄弟狄奥尼修斯偶然路过;此人对此密谋既不知情也未参与,但相貌酷似迪奥克勒斯。泰克农因这一相貌特征的相似而动了心,便问此人是否与埃尔吉诺斯有什么契约。
φήσαντος δὲ ἀδελφὸν εἶναι, παντάπασιν ὁ Τέχνων ἐπείσθη τῷ Διοκλεῖ διαλέγεσθαι καὶ μήτε τοὔνομα πυθόμενος μήτʼ ἄλλο μηδὲν προσμείνας τεκμήριον ἐμβάλλει τε τὴν δεξιὰν αὐτῷ καὶ περὶ τῶν συγκειμένων πρὸς τὸν Ἐργῖνον ἐλάλει κἀκεῖνον ἀνέκρινεν. ὁ δὲ δεξάμενος αὐτοῦ τὴν ἁμαρτίαν πανούργως ὡμολόγει τε πάντα καὶ πρὸς τὴν πόλιν ἀναστρέψας ὑπῆγεν ἀνυπόπτως διαλεγόμενος.
在对方回答自己是埃尔吉诺斯的兄弟后,泰克农便深信自己是在与迪奥克勒斯交谈;他既没有打听姓名,也未等待任何其他凭证,便握住对方的右手,谈起与埃尔吉诺斯商定的事,并向他探问内情。狄奥尼修斯狡黠地利用了他的失误,对一切满口答应,随后折返向城内走去,在攀谈中毫不引人怀疑地将他引诱前行。
ἤδη δὲ πλησίον ὄντος αὐτοῦ καὶ μέλλοντος ὅσον οὔπω2 τὸν Τέχνωνα διαλαμβάνειν, ἀπὸ τύχης αὖ πάλιν ὁ Ἐργῖνος αὐτοῖς ἀπήντησεν. αἰσθόμενος δὲ τὴν ἀπάτην καὶ τὸν κίνδυνον διὰ νεύματος ἐδήλωσε τῷ Τέχνωνι φεύγειν καὶ ἀποπηδήσαντες ἀμφότεροι δρόμῳ πρὸς τὸν Ἄρατον ἀπεσώθησαν. οὐ μὴν ἀπέκαμε ταῖς ἐλπίσιν ἐκεῖνος, ἀλλʼ ἔπεμψεν εὐθὺς τὸν Ἐργῖνον χρυσίον τε τῷ Διονυσίῳ κομίζοντα καὶ δεησόμενον αὐτοῦ σιωπᾶν.
就在他已靠近〔城边〕、眼看就要将泰克农拘捕之际,埃尔吉诺斯又恰好迎面遇上了他们。埃尔吉诺斯察觉到了骗局与危险,便用眼神示意泰克农逃跑,两人随即跃开,飞奔逃回到阿拉托斯那里。然而阿拉托斯并未丧失希望,而是立刻派出埃尔吉诺斯,携带黄金送给狄奥尼修斯,并请求他守口如瓶。
ὁ δὲ καὶ τοῦτο ἐποίησε καὶ τὸν Διονύσιον ἄγων μεθʼ ἑαυτοῦ πρὸς τὸν Ἄρατον ἦλθεν. ἐλθόντα δὲ αὐτὸν οὐκέτι διῆκαν, ἀλλὰ δήσαντες ἐφύλαττον ἐν οἰκίσκῳ κατακεκλεισμένον αὐτοὶ δὲ παρεσκευάζοντο πρὸς τὴν ἐπίθεσιν.
埃尔吉诺斯照办了,并且带着狄奥尼修斯一同来到阿拉托斯面前。但狄奥尼修斯一到,他们便不再放他离去,而是将他捆绑起来,关在一间小屋内严加看管,自己则全力准备发起进攻。
- 20.1ἐξ ὧν ὁ Ἐργῖνος ἐπεσήμηνεν οὐλοκόμην καὶ μελάγχρουν καὶ ἀγένειον
ἐξ ὧν 为包含先行词的关系代词短语(相当于 ἐκ τούτων ἅ)。其后连缀的宾格形容词(οὐλοκόμην 等)在动词 ἐπεσήμηνεν(指明、说明特征)后作谓语性补足语,相当于省略了不定词 εἶναι 的间接引语结构(“指明他是一个卷发、肤黑、无须之人”)。
- 20.4ὅσον οὔπω
意为“几乎”、“即将”、“眼看就要”的习用副词短语(字面直译为“到了尚未发生的极小程度”)。此处与分词 μέλλοντος 连用,极力渲染狄奥尼修斯即将拘押(διαλαμβάνειν)泰克农的紧迫关头。
