← 普鲁塔克

阿拉图斯传

§17.1-17.5

安提柯借假联姻夺取阿克罗科林斯

安提柯为夺取阿克罗科林斯,诱使遗孀尼卡娅与儿子德米特里联姻;他利用盛大婚庆的掩护疾驰攻入要塞,夺取此地后忘乎所以地狂欢庆祝。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.1

πᾶσι μὲν οὖν περιμάχητος ἦν ὁ τόπος ἀεὶ καὶ βασιλεῦσι καὶ δυνάσταις, ἡ δὲ Ἀντιγόνου σπουδὴ περὶ αὐτὸν οὐδὲν ἀπέλιπε πάθει τῶν ἐμμανεστάτων ἐρώτων, ἀλλʼ ὅλος ἀνήρτητο ταῖς φροντίσιν ὅπως ἀφαιρήσεται δόλῳ τοὺς ἔχοντας, ἐπεὶ φανερῶς ἀνέλπιστος ἦν ἡ ἐπιχείρησις.

因此,这处要冲历来是所有君王和统治者激烈争夺的对象;然而安提柯对它的渴求,丝毫不亚于最为疯狂的恋情,他的全副心思都悬系于如何通过诡计从占据者手中夺取它,因为公开进犯是绝无希望的。

§17.2

Ἀλεξάνδρου γὰρ, ὑφʼ ὃν τὸ χωρίον ἦν, ἀποθανόντος ὡς λέγεται φαρμάκοις ὑπʼ αὐτοῦ, Νικαίας δὲ τῆς ἐκείνου γυναικὸς ἐπὶ τῶν πραγμάτων γενομένης καὶ φυλαττούσης τὸν Ἀκροκόρινθον, εὐθὺς ὑποπέμπων Δημήτριον τὸν υἱὸν αὐτῇ, καὶ γλυκείας ἐλπίδας ἐνδιδοὺς γάμων βασιλικῶν καὶ συμβιώσεως πρὸς οὐκ ἀηδὲς ἐντυχεῖν γυναικὶ πρεσβυτέρᾳ μειράκιον,1 αὐτὴν μὲν ᾑρήκει, τῷ παιδὶ χρησάμενος ὥσπερ ἄλλῳ τινὶ τῶν δελεασμάτων ἐπʼ αὐτῇ, τὸν δὲ τόπον οὐ προϊεμένης, ἀλλʼ ἐγκρατῶς φυλαττούσης, ἀμελεῖν προσποιούμενος ἔθυε γάμους αὐτῶν ἐν Κορίνθῳ, καὶ θέας ἐπετέλει καὶ πότους συνῆγε καθʼ ἡμέραν, ὡς ἄν τις μάλιστα παίζειν καὶ σχολάζειν τὴν διάνοιαν ὑφʼ ἡδονῆς καὶ φιλοφροσύνης ἀφεικώς.

原先控制该要塞的亚历山大死后——据传是被安提柯下毒害死——其妻尼卡娅接管了大局并把守阿克罗科林斯,安提柯便立即暗中派遣儿子德米特里前往她那里,向她抛出缔结王室婚姻、与一个对于年长妇人而言相处绝非不悦的少年共同生活的甜美希望。他把儿子当作投向她的诱饵,从而俘获了她本人;但见她仍不肯交出该要地,而是坚决守护,便假装满不在乎,在科林斯为他们操办婚事,日日举办观赏演出并聚众宴饮,俨然将心智完全交付于欢愉与亲善,专意嬉戏消遣。

§17.4

ἐπεὶ δὲ καιρὸς ἦν, ᾄδοντος Ἀμοιβέως ἐν τῷ θεάτρῳ, παρέπεμπε τὴν Νίκαιαν αὐτὸς ἐπὶ τὴν θέαν ἐν φορείῳ κεκοσμημένῳ βασιλικῶς, ἀγαλλομένην τε τῇ τιμῇ καὶ πορρωτάτω τοῦ μέλλοντος οὖσαν. γενόμενος δὲ τῆς ὁδοῦ κατὰ τὴν ἐκτροπὴν τὴν ἄνω φέρουσαν, ἐκείνην μὲν ἐκέλευσε προάγειν εἰς τὸ θέατρον, αὐτὸς δὲ χαίρειν μὲν Ἀμοιβέα, χαίρειν δὲ τοὺς γάμους ἐάσας2 ἀνῄει πρὸς τὸν Ἀκροκόρινθον ἁμιλλώμενος παρʼ ἡλικίαν καὶ κεκλεισμένην τὴν πύλην εὑρών, ἔκοπτε τῇ βακτηρίᾳ κελεύων ἀνοίγειν.

及至时机成熟,趁着阿摩伊贝乌斯在剧场歌唱之际,安提柯亲自用装饰华贵的王室轿舆护送尼卡娅前往观戏;尼卡娅因这份殊荣而欢欣自得,对将要发生之事浑然无觉。然而到了通往上方的那条岔路口,他吩咐她先行前往剧场,自己则将阿摩伊贝乌斯与婚事皆弃之不顾,以与其年岁不符的劲头向阿克罗科林斯疾驰而去;见城门紧闭,便用手杖敲门,喝令打开。

§17.5

οἱ δʼ ἔνδον ἀνέῳξαν καταπλαγέντες. οὕτω δὲ τοῦ τόπου κρατήσας, οὐ κατέσχεν αὑτόν, ἀλλʼ ἔπινε παίζων ὑπὸ χαρᾶς ἐν τοῖς στενωποῖς, καὶ διʼ ἀγορᾶς αὐλητρίδας ἔχων καὶ στεφάνους περικείμενος, ἀνὴρ γέρων καὶ τηλικαύταις πραγμάτων μεταβολαῖς κεχρημένος, ἐκώμαζε δεξιούμενος καὶ προσαγορεύων τοὺς ἀπαντῶντας, οὕτως ἄρα καὶ λύπης καὶ φόβου μᾶλλον ἐξίστησι καὶ σάλον παρέχει τῇ ψυχῇ τὸ χαίρειν ἄνευ λογισμοῦ παραγινόμενον.3

门内之人惊惶失措,便将门打开。如此夺得该要塞后,他竟无法自持,因极度喜悦而在狭窄的小巷中饮酒作乐;他穿过广场,身边簇拥着吹笛女,头戴花环,这位历尽沧桑巨变的老人就这样纵情狂欢,向每一个迎面相遇之人握手致意并打招呼。可见,未经理性审视而突然降临的喜悦,比悲伤和恐惧更能使人的心灵脱离常轨、剧烈动荡。

语法注3 条
  1. 17.2πρὸς οὐκ ἀηδὲς ἐντυχεῖν γυναικὶ πρεσβυτέρᾳ μειράκιον

    介词短语 πρὸς... μειράκιον 修饰 συμβιώσεως(共同生活),不定式 ἐντυχεῖν 作说明性副词用法(epexegetical infinitive),修饰形容词 οὐκ ἀηδές(非不悦的),配以与格 γυναικὶ πρεσβυτέρᾳ(对于较年长的妇女而言):“与一位对于年长妇人而言相处绝非不悦的少年”。

  2. 17.4χαίρειν μὲν Ἀμοιβέα, χαίρειν δὲ τοὺς γάμους ἐάσας

    χαίρειν ἐάω 配宾格是古希腊语中的固定习语,意为“向……道别”、“置……于不顾”或“抛弃……”。此处 Ἀμοιβέα(阿摩伊纽斯)与 τοὺς γάμους(婚事)并列作分词 ἐάσας 的宾语(亦即 χαίρειν 的主格概念),表示他将演员的演唱与婚礼全然抛在脑后。

  3. 17.5οὕτως ἄρα καὶ λύπης καὶ φόβου μᾶλλον ἐξίστησι καὶ σάλον παρέχει τῇ ψυχῇ τὸ χαίρειν ἄνευ λογισμοῦ παραγινόμενον

    本句的主干为冠词引导的不定式短语 τὸ χαίρειν ἄνευ λογισμοῦ παραγινόμενον(“未经理性考量而骤然降临的喜悦”)作主语,支配两个并列谓语动词 ἐξίστησι(“使脱离常态/神智错乱”)与 παρέχει(“带来动荡”),与格 τῇ ψυχῇ(“对心灵”)为其作用对象。καὶ λύπης καὶ φόβου 则是由比较级副词 μᾶλλον 引导的比较属格,意为“甚于悲伤与恐惧”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:17.1-17.5