- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:16.1-16.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿拉托斯在当选亚该亚同盟将军后,历经初次出征,并在次年着手筹划驱逐占据战略要冲阿克罗科林斯的马其顿驻军。
ὁ δὲ Ἄρατος αἱρεθεὶς στρατηγὸς τὸ πρῶτον ὑπὸ τῶν Ἀχαιῶν τὴν μὲν ἀντιπέρας Λοκρίδα καὶ Καλυδωνίαν ἐπόρθησε, Βοιωτοῖς δὲ μετὰ μυρίων στρατιωτῶν βοηθῶν ὑστέρησε τῆς μάχης, ἣν ὑπὸ Αἰτωλῶν περὶ Χαιρώνειαν ἡττήθησαν, Ἀβοιωκρίτου τε τοῦ βοιωτάρχου καὶ χιλίων σὺν αὐτῷ πεσόντων.
阿拉托斯在首次被亚该亚同盟选为将军时,洗劫了对岸的洛克里斯与卡吕冬;但他率领一万名士兵去增援波奥提亚人时,却迟误了会战,未能赶上波奥提亚人在喀罗尼亚附近被埃托利亚人击溃的那场战斗——在此役中,波奥提亚统领阿博奥克里托斯与跟随他的千名将士战死。
ἐνιαυτῷ δὲ ὕστερον αὖθις στρατηγῶν ἐνίστατο τὴν περὶ τὸν Ἀκροκόρινθον πρᾶξιν, οὐ Σικυωνίων οὐδʼ Ἀχαιῶν κηδόμενος, ἀλλὰ κοινήν τινα τῆς Ἑλλάδος ὅλης τυραννίδα, τὴν Μακεδόνων φρουράν, ἐκεῖθεν ἐξελάσαι διανοούμενος.
一年后,他再次出任将军,便着手筹划针对阿克罗科林斯的军事行动;这不仅是出于对西库昂人或亚该亚人的关切,更是意图将驻扎在那里的马其顿驻军——对全希腊而言形同共同暴政的力量——驱逐出去。
Χάρης μὲν γὰρ ὁ Ἀθηναῖος ἔν τινι μάχῃ πρὸς τοὺς βασιλέως στρατηγοὺς εὐτυχήσας ἔγραψε τῷ δήμῳ τῶν Ἀθηναίων ὡς νενικήκοι τῆς ἐν Μαραθῶνι μάχης ἀδελφήν ταύτην δὲ τὴν πρᾶξιν οὐκ ἂν ἁμάρτοι τις ἀδελφήν προσειπὼν τῆς Πελοπίδου τοῦ Θηβαίου καὶ Θρασυβούλου τοῦ Ἀθηναίου τυραννοκτονίας, πλὴν ὅτι τῷ μὴ πρὸς Ἕλληνας, ἀλλὰ ἐπακτὸν ἀρχὴν γεγονέναι καὶ ἀλλόφυλον αὕτη διήνεγκεν.1
因为雅典人夏雷斯在与波斯王的将军们交战获胜后,曾向雅典民众致信,称自己赢得了马拉松战役的“姐妹之战”;而人们若将阿拉托斯的这一举措称作底比斯的佩洛皮达斯与雅典的色拉叙布洛斯诛除僭主之役的“姐妹篇”,也绝非不当,唯一的区别在于,此次并非针对希腊人,而是针对一个自外引入的异族统治。
ὁ μὲν γὰρ Ἰσθμός ἐμφράσσων τὰς θαλάσσας, εἰς ταὐτὸ συνάγει τὼ τόπῳ καὶ συνάπτει τὴν ἤπειρον ἡμῶν, ὁ δὲ Ἀκροκόρινθος, ὑψηλὸν ὄρος, ἐκ μέσης ἀναπεφυκὼς τῆς Ἑλλάδος, ὅταν λάβῃ φρουράν, ἐνίσταται καὶ ἀποκόπτει τὴν ἐντὸς Ἰσθμοῦ πᾶσαν ἐπιμιξιῶν τε καὶ παρόδων καὶ στρατειῶν ἐργασίας τε2 κατὰ γῆν καὶ κατὰ θάλατταν, καὶ ἕνα κύριον ποιεῖ τὸν ἄρχοντα καὶ κατέχοντα φρουρᾷ τὸ χωρίον, ὥστε μὴ παίζοντα δοκεῖν τὸν νεώτερον Φίλιππον, ἀλλʼ ἀληθῶς, ἑκάστοτε πέδας τῆς Ἑλλάδος τὴν Κορινθίων πόλιν προσαγορεύειν.
因为地峡阻隔了两片海洋,将两处陆地合为一体,连接起我们的大陆;但阿克罗科林斯这座耸立于希腊中央的高山,一旦被要塞驻军占据,便会横亘其间,阻断地峡以内的整个地区在水陆两路上的往来、通行、远征以及商贸活动,并使统辖该地且用驻军据守此隘口之人成为独一无二的主宰,以至于后来的腓力每次将科林斯城称作“希腊的镣铐”,看来绝非戏言,而是道出了实情。
- 16.3πλὴν ὅτι τῷ μὴ πρὸς Ἕλληνας, ἀλλὰ ἐπακτὸν ἀρχὴν γεγονέναι καὶ ἀλλόφυλον αὕτη διήνεγκεν.
主动词是 διήνεγκεν(διαφέρω 的不定过去时,意为“不同”),主语是 αὕτη(此项行动)。τῷ ... γεγονέναι 是表示原因或方面的带冠词与格不定式(articular infinitive)。在不定式结构内部,ἐπακτὸν ἀρχὴν ... καὶ ἀλλόφυλον 为宾格,表示“这一行动并非针对希腊人,而是针对一个自外引入的异族统治”。
- 16.4ἀποκόπτει τὴν ἐντὸς Ἰσθμοῦ πᾶσαν ἐπιμιξιῶν τε καὶ παρόδων καὶ στρατειῶν ἐργασίας τε
动词 ἀποκόπτει(隔绝、切断)支配表示地域的宾格短语 τὴν ἐντὸς Ἰσθμοῦ πᾶσαν(省去了 γῆν 或 χώραν,指地峡以内的全部土地),并接一连串表示分离的属格(ἐπιμιξιῶν、παρόδων、στρατειῶν 以及单数属格 ἐργασίας,由 τε 连结),构成“将地峡以内的整个地区与交往、通行、远征及商贸隔绝开来”的结构。
