- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:18.1-18.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安提柯命培尔塞俄斯守卫阿克罗科林斯,而阿拉托斯通过钱庄商人结识了要塞雇佣兵之弟埃尔吉诺斯,获悉要塞矮墙的攀登秘道,并定下引路突袭的密约。
ἀλλὰ γὰρ Ἀντίγονος μὲν, ὥσπερ εἴρηται, κτησάμενος τὸν Ἀκροκόρινθον ἐφύλαττε, μετὰ τῶν ἄλλων οἷς ἐπίστευε μάλιστα καὶ Περσαῖον ἐπιστήσας ἄρχοντα τὸν φιλόσοφον. ὁ δὲ Ἄρατος ἔτι μὲν καὶ Ἀλεξάνδρου ζῶντος ἐπεχείρησε τῇ πράξει, γενομένης δὲ συμμαχίας τοῖς Ἀχαιοῖς πρὸς τὸν Ἀλέξανδρον ἐπαύσατο.
然而另一方面,正如前文所述,安提柯在夺得阿克罗科林斯后便严加把守,除了其他最受他信任的人之外,还任命哲学家培尔塞俄斯为长官。而阿拉托斯早在亚历山大尚在世时便曾图谋此举,但后来亚该亚同盟与亚历山大结盟,他便作罢。
τότε δὲ αὖθις ἐξ ὑπαρχῆς ἑτέραν ἔλαβε τῆς πράξεως ὑπόθεσιν τοιαύτην. ἦσαν ἐν Κορίνθῳ τέσσαρες ἀδελφοὶ Σύροι τὸ γένος, ὧν εἷς ὄνομα Διοκλῆς ἐν τῷ φρουρίῳ μισθοφορῶν διέτριβεν. οἱ δὲ τρεῖς κλέψαντες βασιλικὸν χρυσίον ἦλθον εἰς Σικυῶνα πρὸς Αἰγίαν τινὰ τραπεζίτην, ᾧ διὰ τὴν ἐργασίαν ὁ Ἄρατος ἐχρῆτο. καὶ μέρος μὲν εὐθὺς διέθεντο τοῦ χρυσίου, τὸ δὲ λοιπὸν εἷς αὐτῶν Ἐργῖνος ἐπιφοιτῶν ἡσυχῇ κατήλλαττεν.
然而此时,他又重新获得了启动这一行动的另一契机,情形如下。科林斯有叙利亚裔的四兄弟,其中一个名叫狄奥克勒斯的在要塞中当雇佣兵度日。其余三人盗窃了王室金子,逃至西库昂,来到一位名叫埃吉阿斯的钱庄商人处,阿拉托斯平时因业务往来常光顾此人。他们当即脱手了一部分金子,其余的则由他们之中的埃尔吉诺斯悄悄频繁前往兑换。
ἐκ δὲ τούτου γενόμενος τῷ Αἰγίᾳ συνήθης, καὶ προαχθεὶς εἰς λόγον ὑπʼ αὐτοῦ περὶ τῆς φρουρᾶς, ἔφη πρὸς τὸν ἀδελφὸν ἀναβαίνων πρὸς τὸ κρημνῶδες ἐντομὴν καθεωρακέναι πλαγίαν, ἄγουσαν ᾗ χθαμαλώτατον ἐπῳκοδόμηται τῷ φρουρίῳ τὸ τεῖχος, προσπαίξαντος δὲ αὐτῷ τοῦ Αἰγίου καὶ εἰπόντος· εἶτα, ὦ βέλτιστε, διὰ μικρὸν οὕτω χρυσίου ἀνασπᾶτε τὰς βασιλικὰς πράξεις,1 δυνάμενοι μίαν ὥραν πολλῶν ἀποδόσθαι χρημάτων;2 ἢ γὰρ οὐχὶ καὶ τοιχωρύχοις καὶ προδόταις ἁλοῦσιν ἅπαξ ἀποθανεῖν ὑπάρχει;
由此与埃吉阿斯熟络之后,埃尔吉诺斯在被对方引向有关要塞守军的话题时透露,他在上山去找兄弟时,在悬崖边看到了一条倾斜的裂隙,通往要塞上城墙修筑得最矮的地方。埃吉阿斯便打趣他道: “那么,老兄,难道你们冒着风险侵吞王室钱财,就为了这么一点碎金,而明明可以凭短短一个时辰换取巨额财富吗?要知道,无论是撬墙贼还是叛国者,一旦被抓获,不都同样是死一次吗?”
γελάσας ὁ Ἐργῖνος τότε μὲν ὡμολόγησεν ἀποπειρᾶσθαι τοῦ Διοκλέους τοῖς γὰρ ἄλλοις ἀδελφοῖς μὴ πάνυ τι πιστεύειν,3 ὀλίγαις δὲ ὕστερον ἡμέραις ἐπανελθὼν συντίθεται τὸν Ἄρατον ἄξειν πρὸς τὸ τεῖχος, ὅπου τὸ ὕψος οὐ μεῖζον ἦν πεντεκαίδεκα ποδῶν, καὶ τἆλλα συμπράξειν μετὰ τοῦ Διοκλέους.
埃尔吉诺斯笑了笑,当时便应允去试探狄奥克勒斯(因为他不太信任另外几个兄弟);几天后他再次前来,订立协约答应引阿拉托斯前往城墙高度不超过十五英尺的地方,并与狄奥克勒斯一道协助完成余下的谋划。
- 18.3ἀνασπᾶτε τὰς βασιλικὰς πράξεις
动词 ἀνασπάω 字面意为“拔起、撬开”,在此处作引申或转义用法,指撬取、盗劫王室财物,或为微利而冒险干预王室重利。埃吉阿斯借此讽刺对方为了区区碎金去触碰王家资产,而未曾想到通过出卖要塞换取巨资。
- 18.3μίαν ὥραν πολλῶν ἀποδόσθαι χρημάτων
宾格 μίαν ὥραν 表示时间的延续(“短短一个时辰的努力”),而属格 πολλῶν χρημάτων 是修饰不定式 ἀποδόσθαι(卖出)的价格属格(genitive of price)。该结构鲜明地对照了微小的付出与巨大的收益。
- 18.4τοῖς γὰρ ἄλλοις ἀδελφοῖς μὴ πάνυ τι πιστεύειν
在由表示原因的连词 γάρ 所引导的从句中出现不定式 πιστεύειν,是因为受前文 ὡμολόγησεν(应允、说)所支配的间接引语(oratio obliqua)延伸到了原因从句中。否定词使用 μή 而非 οὐ 也表明这是对埃尔吉诺斯主观陈述的间接转述。
