← 普鲁塔克

阿拉图斯传

§15.1-15.3

安提柯的离间计与托勒密的责难

安提柯国王为了拉拢阿拉托斯或离间其与托勒密的关系,在宴席上公开夸赞阿拉托斯,宣称他已归顺自己。嫉妒者借此向托勒密进谗言,导致托勒密派使者前来问责阿拉托斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.1

ταῦτα διαπραξάμενος ὁ Ἄρατος τοῦ μὲν πολιτικοῦ φθόνου μείζων ἐγεγόνει διὰ τὰς χάριτας, Ἀντίγονος δʼ ὁ βασιλεὺς ἀνιώμενος ἐπʼ αὐτῷ καὶ βουλόμενος ἢ μετάγειν ὅλως τῇ φιλίᾳ πρὸς αὑτὸν ἢ διαβάλλειν πρὸς τὸν Πτολεμαῖον, ἄλλας τε φιλανθρωπίας ἐνεδείκνυτο μὴ πάνυ προσιεμένῳ,1 καὶ θύων θεοῖς ἐν Κορίνθῳ μερίδας εἰς Σικυῶνα τῷ Ἀράτῳ διέπεμπε.

完成了这些事情后,阿拉托斯因市民们的感激而超越了同胞们的嫉妒。然而安提柯国王对他感到恼火,渴望要么通过友谊将他彻底拉拢到自己身边,要么离间他与托勒密的关系;于是,尽管阿拉托斯并不情愿接受,安提柯不仅向他示以其他种种善意,而且在科林斯向诸神献祭时,还派人把祭肉的分额送往西库昂给阿拉托斯。

§15.2

καὶ παρὰ τὸ δεῖπνον, ἑστιωμένων πολλῶν, εἰς μέσον φθεγξάμενος, Ὤμην, ἔφη, τὸν Σικυώνιον τοῦτον νεανίσκον ἐλευθέριον εἶναι τῇ φύσει μόνον καὶ φιλοπολίτην· ὁ δὲ καὶ βίων ἔοικε καὶ πραγμάτων βασιλικῶν ἱκανὸς εἶναι κριτής,2 πρότερον γὰρ ἡμᾶς ὑπερεώρα ταῖς ἐλπίσιν ἔξω βλέπων καὶ τὸν Αἰγύπτιον ἐθαύμαζε πλοῦτον, ἐλέφαντας καὶ στόλους καὶ αὐλὰς ἀκούων, νυνὶ δὲ ὑπὸ σκηνὴν ἑωρακὼς πάντα τὰ ἐκεῖ πράγματα τραγῳδίαν ὄντα καὶ σκηνογραφίαν3 ὅλος ἡμῖν προσκεχώρηκεν.

在一次宴席上,宾客众多,他当着众人的面高声说道: “我曾以为,”他说,“这位西库昂的年轻人天生不过是个热爱自由与热心城邦的人;然而看来,他对于君王的生活与国事也是个极有眼光的评判者。因为以前,他寄希望于域外,听闻大象、舰队和宫廷的传闻便对埃及的财富惊羡不已,瞧不起我们;但如今,他看到了帷幕之后,发现那里的一切事务不过是悲剧的排场与舞台的布景,便彻底投向了我们。

§15.3

αὐτός τε οὖν ἀποδέχομαι τὸ μειράκιον ἐγνωκὼς εἰς ἅπαντα χρῆσθαι, καὶ ὑμᾶς ἀξιῶ φίλον νομίζειν. τούτους τοὺς λόγους ὑπόθεσιν λαβόντες οἱ φθονεροὶ καὶ κακοήθεις διημιλλῶντο ταῖς ἐπιστολαῖς ἀλλήλοις, πολλὰ καὶ δυσχερῆ κατὰ τοῦ Ἀράτου τῷ Πτολεμαίῳ γράφοντες, ὥστε κἀκεῖνον ἐγκαλοῦντα πέμψαι.4 ταῖς μὲν οὖν περιμαχήτοις καὶ διαπύροις τοξευομέναις ἔρωσι φιλίαις βασιλέων καὶ τυράννων τοσοῦτον προσῆν φθόνου καὶ κακοηθείας.

因此,我本人欣然接纳这位年轻人,决意在一切大事上重用他,并要求你们也视他为友。” 那些心怀嫉妒与恶意的人借此番言论为口实,在书信上彼此竞争,向托勒密写了许多不利于阿拉托斯的谗言,以至于那位国王也派来了使者予以责难。由此可见,君王与僭主们的友谊——那被人们奋力争夺、被炽热的渴望如箭矢般瞄准的友谊——竟附带着如此之多的嫉妒与恶毒。

语法注4 条
  1. 15.1μὴ πάνυ προσιεμένῳ

    与格现在分词,指代 φιλανθρωπίας ἐνεδείκνυτο 的间接宾语(阿拉托斯),含有让步意味,即“尽管他并不乐意接受”。此处分词使用否定词 μή 而非 οὐ,是因为带有主观情态或描摹其“作为不愿接受者”的特征倾向。

  2. 15.2ὁ δὲ καὶ βίων ἔοικε καὶ πραγμάτων βασιλικῶν ἱκανὸς εἶναι κριτής

    ἔοικε 引导的人称结构(personal construction)。代替了无人称的宾格不定词句式(ἔοικεν αὐτὸν ἱκανὸν εἶναι κριτήν),将主语 ὁ δέ 提前,使 ἱκανὸς ... κριτής 呈主格与 εἶναι 搭配。属格 βίων 和 πραγμάτων βασιλικῶν 是名词 κριτής 的宾格性属格,意为“对于君王的生活与国事的评判者”。

  3. 15.2ὑπὸ σκηνὴν ἑωρακὼς πάντα τὰ ἐκεῖ πράγματα τραγῳδίαν ὄντα καὶ σκηνογραφίαν

    感官分词 ἑωρακώς 后接分词补足语结构:πάντα τὰ ἐκεῖ πράγματα 作宾语(逻辑主语),ὄντα 为分词,τραγῳδίαν 与 σκηνογραφίαν 作宾格补足语。介词短语 ὑπὸ σκηνήν 是一个戏剧隐喻,意为“到舞台幕后”,与前文的华丽表象相对照,指看透了其实质不过是虚构的排场和背景画。

  4. 15.3ὥστε κἀκεῖνον ἐγκαλοῦντα πέμψαι

    由 ὥστε 加不定词 πέμψαι 构成的结果从句。不定词的逻辑主语为宾格 κἀκεῖνον(= καὶ ἐκεῖνον,指托勒密国王)。现在分词 ἐγκαλοῦντα 作状语伴随 πέμψαι,表示目的或伴随状况(“派遣[使者]前来责难”,动词后省略了表示使者的名词)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:15.1-15.3