← 普鲁塔克

布鲁图斯传

§9.1-9.9

卡西乌斯对僭主的痛恨与民众对布鲁图斯的劝勉

本段通过童年轶事展现了卡西乌斯天生对僭政的强烈痛恨,并叙述了布鲁图斯如何受到密友劝说以及民众题字呼吁的推动,从而走向刺杀恺撒的行动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

τῷ δʼ οὖν Κασσίῳ ταύτην μάλιστά φασιν αἰτίαν ὑπάρξαι τῆς ἐπιβουλῆς· οὐκ ὀρθῶς λέγοντες. ἐξ ἀρχῆς γὰρ ἦν τῇ φύσει τοῦ Κασσίου δυσμένειά τις καὶ χαλεπότης πρὸς τὸ γένος τῶν τυράννων, ὡς ἐδήλωσεν ἔτι παῖς ὢν βαδίζων εἰς ταὐτὸ τῷ τοῦ Σύλλα παιδὶ Φαύστῳ διδασκαλεῖον.

总之,人们说这就是卡西乌斯参与密谋的主要原因,但这种说法并不正确。因为卡西乌斯的本性中自始便对僭主这类人怀有一种敌意与憎恶,正如他尚在童年、与苏拉之子福斯图斯入同一所学塾时所表现出来的那样。

§9.2

ὁ μὲν γὰρ ἐν τοῖς παισὶ μεγαληγορῶν τὴν τοῦ πατρὸς ἐπῄνει μοναρχίαν· ὁ δὲ Κάσσιος ἐπαναστὰς κονδύλους ἐνέτριβεν αὐτῷ.

原来,当福斯图斯在孩子们中间夸夸其谈、赞美其父的独裁统治时,卡西乌斯便跃然而起,老拳相向。

§9.3

βουλομένων δὲ τῶν ἐπιτρόπων τοῦ Φαύστου καὶ οἰκείων ἐπεξιέναι καὶ δικάζεσθαι Πομπήϊος ἐκώλυσε, καὶ συναγαγὼν εἰς ταὐτὸ τοὺς παῖδας ἀμφοτέρους ἀνέκρινε περὶ τοῦ πράγματος.

当福斯图斯的监护人和亲属企图提出指控并诉诸公堂时,庞培出面制止,并把两个孩子召集到一处,就此事进行了审问。

§9.4

ἔνθα δὴ λέγεται τὸν Κάσσιον εἰπεῖν ἄγε δή, ὦ Φαῦστε, τόλμησον ἐναντίον τούτου φθέγξασθαι τὸν λόγον ἐκεῖνον ἐφʼ ᾧ παρωξύνθην, ἵνα σου πάλιν ἐγὼ συντρίψω τὸ στόμα.

据说卡西乌斯当时说道: “来吧,福斯图斯,有种就当着这位的面,把激怒我的那番话再说一遍,好让我再次打碎你的嘴!”

§9.5

τοιοῦτος μὲν ὁ Κάσσιος· Βροῦτον δὲ πολλοὶ μὲν λόγοι παρὰ τῶν συνήθων, πολλαῖς δὲ φήμαις καὶ γράμμασιν ἐξεκαλοῦντο καὶ παρώρμων ἐπὶ τὴν πρᾶξιν οἱ πολῖται.1

卡西乌斯其人便是如此;至于布鲁图斯,密友们的诸多言辞,以及市民们的大量流言与题字,都在召唤并促使他付诸行动。

§9.6

τῷ μὲν γὰρ ἀνδριάντι τοῦ προπάτορος Βρούτου τοῦ καταλύσαντος τὴν τῶν βασιλέων ἀρχήν ἐπέγραφον εἴθε νῦν ἦς, Βροῦτε· καὶ ὤφελε ζῆν Βροῦτος.

因为人们在他那位推翻王政的祖先布鲁图斯的雕像上题写道: “布鲁图斯,但愿你今日尚存!” 又题: “但愿布鲁图斯还活着!”

§9.7

τὸ δʼαὐτοῦ Βρούτου βῆμα στρατηγοῦντος εὑρίσκετο μεθʼ ἡμέραν ἀνάπλεων γραμμάτων τοιούτων Βροῦτε, καθεύδεις; καὶ οὐκ εἶ Βροῦτος ἀληθῶς.

而在布鲁图斯本人就任裁判官的讲坛上,拂晓时分也被发现满是这类的文字: “布鲁图斯,你在沉睡吗?” 以及: “你不是真正的布鲁图斯。”

§9.8

αἴτιοι δὲ τούτων οἱ Καίσαρος κόλακες ἄλλας τε τιμὰς ἐπιφθόνους ἀνευρίσκοντες αὐτῷ καὶ διαδήματα τοῖς ἀνδριᾶσι νύκτωρ ἐπιτιθέντες, ὡς τοὺς πολλοὺς ὑπαξόμενοι βασιλέα προσειπεῖν ἀντὶ δικτάτορος.2

造成这一切的罪魁祸首是恺撒身边的阿谀奉承之徒,他们不仅为他想出招致嫉恨的各种荣誉,还在夜间给他的塑像戴上王冠,意在引诱民众改称他为国王而非独裁官。

§9.9

τοὐναντίον δʼ ἀπήντησεν, ὡς ἐν τοῖς περὶ Καίσαρος ἀκριβῶς γέγραπται.

然而结果适得其反,正如在《恺撒传》中所详尽记载的那样。

语法注2 条
  1. 9.5πολλοὶ μὲν λόγοι παρὰ τῶν συνήθων, πολλαῖς δὲ φήμαις καὶ γράμμασιν ἐξεκαλοῦντο καὶ παρώρμων ἐπὶ τὴν πρᾶξιν οἱ πολῖται

    破格句(anacoluthon):全句以 πολλοὶ μὲν λόγοι 作为预期主语开端,但在接下来的 δέ 从句中,语法主语转变为 οἱ πολῖται(市民们),使前半句的名词短语在结构上退居为次要成分或需补出相应的谓语动词,共同作 ἐξεκαλοῦντο καὶ παρώρμων 的施动因。

  2. 9.8ὡς τοὺς πολλοὺς ὑπαξόμενοι βασιλέα προσειπεῖν ἀντὶ δικτάτορος

    连词 ὡς 搭配将来分词 ὑπαξόμενοι,表示动作主体(恺撒身边的谄媚者)的主观意图或目的。动词 ὑπάγω 带不定式 προσειπεῖν,意为“引诱/驱使众人去称呼……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:9.1-9.9