- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:10.1-10.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
同谋者们要求必须由布鲁图斯出面领导,卡西乌斯遂主动拜访此前与自己有嫌隙的布鲁图斯,成功说服他投身刺杀恺撒的行动。
Κασσίῳ δὲ πειρῶντι τοὺς φίλους ἐπὶ Καίσαρα πάντες ὡμολόγουν, εἰ Βροῦτος ἡγοῖτο· δεῖσθαι γὰρ οὐ χειρῶν οὐδὲ τόλμης τὴν πρᾶξιν, ἀλλὰ δόξης ἀνδρὸς οἷος οὗτός ἐστιν, ὥσπερ καταρχομένου καὶ βεβαιοῦντος αὐτῷ τῷ παρεῖναι τὸ δίκαιον·1 εἰ δὲ μή,καὶ δρῶντας ἀθυμοτέρους ἔσεσθαι καὶ δράσαντας ὑποπτοτέρους· ὡς οὐκ ἂν ἐκείνου τὸ ἔργον, εἰ καλὴν αἰτίαν εἶχεν, ἀπειπαμένου.2
当卡西乌斯试探朋友们反对恺撒的意图时,大家一致表示,只要布鲁图斯出面领导,他们就同意加入。因为他们说,这一行动需要的不是体力或胆量,而是像他这样的人的声望,仿佛是由他主持献祭的开端,单凭其在场便可确立正义的依据;否则,他们在行事时便会更加气馁,在得手后也会受到更大的怀疑,因为人们会认为,倘若这项举措确有崇高的理由,那个人绝不会拒绝承担。
ταῦτα συμφρονήσας ἐνέτυχε Βρούτῳ πρότερος ἐκ τῆς διαφορᾶς ἐκείνης, καὶ μετὰ τὰς διαλύσεις καὶ φιλοφροσύνας ἠρώτησεν εἰ τῇ νουμηνίᾳ τοῦ Μαρτίου μηνὸς ἔγνωκεν εἰς σύγκλητον παρεῖναι· πυνθάνεσθαι γὰρ ὡς λόγον ὑπὲρ βασιλείας Καίσαρος οἱ φίλοι τότε καθήσοιεν.
卡西乌斯对此深表赞同,便在那次争端之后主动先去拜访布鲁图斯;在彼此释嫌修好、互致问候之后,他询问布鲁图斯是否决定在三月朔日出席元老院会议,因为他说自己得知恺撒的朋友们届时将提出有关称王的议案。
φήσαντος δὲ τοῦ Βρούτου μὴ παριέναι, τί οὖν, εἶπεν ὁ Κάσσιος, ἂν καλῶσιν ἡμᾶς; ἐμὸν ἔργον, ἔφη ὁ Βροῦτος, ἤδη τὸ μὴ σιωπᾶν, ἀλλʼ ἀμύνειν τῇ πατρίδι καὶ προαποθνῄσκειν τῆς ἐλευθερίας.
当布鲁图斯表示不打算出席时,卡西乌斯说道: “那么,如果他们传召我们,又当如何?” 布鲁图斯答道: “到了那时,我的职责就不再是保持沉默,而是要捍卫祖国,为自由先驱捐躯。”
καὶ ὁ Κάσσιος ἐπαρθείς, τίς δʼ, εἶπε, Ῥωμαίων ἀνέξεται σοῦ προαποθνῄσκοντος;
卡西乌斯精神为之一振,说道: “可是罗马人中有谁能容忍你先驱捐躯呢?
ἆρα ἀγνοεῖς, ὦ Βροῦτε, σεαυτόν; ἢ τὸ βῆμά σου δοκεῖς καταγράφειν τοὺς ὑφάντας καὶ τοὺς καπήλους, οὐχὶ τοὺς πρώτους καὶ κρατίστους ταῦτα ποιεῖν, παρὰ μὲν τῶν ἄλλων στρατηγῶν ἐπιδόσεις καὶ θέας καὶ μονομάχους, παρὰ σοῦ δὲ ὡς ὄφλημα πατρικὸν τὴν κατάλυσιν τῆς τυραννίδος ἀπαιτοῦντας, αὐτοὺς δʼ ὑπὲρ σοῦ πάντα πάσχειν προθύμους ὄντας, οἷον ἀξιοῦσι καὶ προσδέχονται φανέντος;3
布鲁图斯,难道你不认识你自己吗?抑或你以为涂满你裁判讲坛的都是些织工和小贩,而不是最显赫、最优秀的士绅在做这些事?他们向其他裁判官索求的是施舍、盛会和角斗士表演,而向你索求的却是作为祖传债务的推翻僭政;只要你展现出符合他们所期许和盼望的形象,他们自己甘愿为你承受一切患难。”
ἐκ τούτου περιβαλὼν τὸν Βροῦτον ἠσπάζετο, καὶ διαλυθέντες οὕτως ἐτρέποντο πρὸς τοὺς φίλους.
说完这番话,卡西乌斯拥抱了布鲁图斯并向他致意,两人就这样分手,各自去联络朋友们。
- 10.1ὥσπερ καταρχομένου καὶ βεβαιοῦντος αὐτῷ τῷ παρεῖναι τὸ δίκαιον
καταρχομένου 借用了宗教祭祀术语 κατάρχομαι(行开祭之礼、献祭开端),暗喻布鲁图斯将使刺杀行动如同神圣的献祭一般获得正当性与神圣化。带冠词的不定式短语 αὐτῷ τῷ παρεῖναι 作方式/手段与格,意为“单凭其亲自在场”。
- 10.2ὡς οὐκ ἂν ἐκείνου τὸ ἔργον, εἰ καλὴν αἰτίαν εἶχεν, ἀπειπαμένου
此句为 ὡς 引导的属格绝对结构(οὐκ ἂν ... ἀπειπαμένου),其中分词搭配 ἄν 相当于与过去事实相反的主句谓语(οὐκ ἂν ἀπείπατο,“他本不会拒绝”)。连词 ὡς 表人们主观认定的理由或看法。
- 10.6οἷον ἀξιοῦσι καὶ προσδέχονται φανέντος
此为省略了逻辑主语(即前文的 σοῦ)的属格绝对结构,具有条件意味(“若你展现为……”)。关系代词 οἷον 用作谓语性宾格,内含先行词(τοιούτου),意为“成为他们所期许和盼望的那样的人”。
