- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:8.1-8.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒虽对布鲁图斯心存顾忌却信任其品行,并视其为理所当然的权力继承者,但怀有私怨的卡西乌斯不断煽动布鲁图斯发起行动。
οὐμὴν οὐδὲ Καῖσαρ ἀνύποπτος ἦν πάμπαν οὐδʼ ἀδιάβλητος πρὸς αὐτόν, ἀλλὰ τὸ μὲν φρόνημα καὶ τὸ ἀξίωμα καὶ τοὺς φίλους ἐδεδίει τοῦ ἀνδρός, ἐπίστευε δὲ τῷ ἤθει.
然而,恺撒对他并非全无疑忌,也非不受毁谤的影响;相反,他惧怕此人的志气、威望和友人,但又信任其人品。
καὶ πρῶτον μὲν Ἀντωνίου καὶ Δολοβέλλα λεγομένων νεωτερίζειν οὐκ ἔφη τοὺς παχεῖς καὶ κομήτας ἐνοχλεῖν, ἀλλὰ τοὺς ὠχροὺς καὶ ἰσχνοὺς ἐκείνους· Βροῦτον λέγων καὶ Κάσσιον.
首先,当安东尼和多拉贝拉被传企图谋反时,他说令他不安的并非肥胖蓄长发之辈,而是那些面色苍白消瘦之徒,所指正是布鲁图斯与卡西乌斯。
ἔπειτα τὸν Βροῦτον τινῶν διαβαλλόντων καὶ φυλάττεσθαι παρακελευομένων τῇ χειρὶ τοῦ σώματος ἁπτόμενος εἶπε τί δέ; οὐκ ἂν ὑμῖν δοκεῖ Βροῦτος ἀναμεῖναι τουτὶ τὸ σαρκίον;1 ὡς οὐδενὶ προσῆκον ἄλλῳ μεθʼ ἑαυτὸν ἢ Βρούτῳ δύνασθαι τοσοῦτον.2
接着,当某些人进谗布鲁图斯并敦促恺撒予以提防时,他以手抚身说道: “怎么?难道你们认为布鲁图斯竟等不得我这具皮囊吗?” 其意在于除布鲁图斯外,在他身后绝无他人配享有如此庞大的权力。
καὶ μέντοι δοκεῖ πρῶτος ἂν ἐν τῇ πόλει γενέσθαι βεβαίως, ὀλίγον χρόνον ἀνασχόμενος Καίσαρι δευτερεῦσαι καὶ παρακμάσαι τὴν δύναμιν αὐτοῦ καὶ μαρανθῆναι τὴν ἐπὶ τοῖς κατορθώμασιν ἐάσας δόξαν.3
事实上,布鲁图斯若是能够忍耐少许时日居于恺撒之次席,任由后者的权势走向衰落、建立在丰功伟绩上的威望归于枯竭,他本可稳固地成为城邦第一人。
ἀλλὰ Κάσσιος, ἀνὴρ θυμοειδὴς καὶ μᾶλλον ἰδίᾳ μισοκαῖσαρ ἢ κοινῇ μισοτύραννος, ἐξέκαυσε καὶ κατήπειξε.
然而,卡西乌斯性情刚烈,出于私怨痛恨恺撒尤甚于为了公益而憎恨僭主,煽动并催促了〔布鲁图斯〕。
λέγεται δὲ Βροῦτος μὲν τὴν ἀρχὴν βαρύνεσθαι, Κάσσιος δὲ τὸν ἄρχοντα μισεῖν, ἄλλα τε κατʼ αὐτοῦ ποιούμενος ἐγκλήματα καὶ λεόντων ἀφαίρεσιν, οὓς Κάσσιος μὲν ἀγορανομεῖν μέλλων παρεσκευάσατο, Καῖσαρ δὲ καταληφθέντας ἐν Μεγάροις, ὅθʼ ἡ πόλις ἥλω διὰ Καληνοῦ, κατέσχε.
据说布鲁图斯难以忍受的是统治本身,而卡西乌斯痛恨的则是统治者;卡西乌斯不仅对恺撒罗列其他罪状,还怨恨其强夺狮子之举。这些狮子是卡西乌斯在打算担任市政官时备办的,但当卡勒努斯攻占墨伽拉时,这些在城中被截获的狮子遭到了恺撒的扣押。
ταῦτα τὰ θηρία συμφορὰν λέγεται μεγάλην γενέσθαι Μεγαρεῦσιν. οἱ μὲν γὰρ ἤδη τῆς πόλεως καταλαμβανομένης διέσπασαν τὰ κλεῖθρα καὶ τοὺς δεσμοὺς ἀνῆκαν, ὡς ἐμποδὼν εἴη τὰ θηρία τοῖς ἐπιφερομένοις, τὰ δʼ ὤρουσεν εἰς αὐτοὺς ἐκείνους καὶ διαθέοντας ἀνόπλους ἥρπαζεν, ὥστε καὶ τοῖς πολεμίοις τὴν ὄψιν οἰκτρὰν γενέσθαι.
据说这些猛兽成了墨伽拉人的一场浩劫。因为当城池行将被占领之际,居民们砸开门闩解开锁链,企图让猛兽阻挡来犯的敌军;但兽群反倒扑向居民自己,撕咬那些手无寸铁四散奔逃的人,以至于这幅惨状就连敌人看了也顿生怜悯之情。
- 8.3οὐκ ἂν ὑμῖν δοκεῖ Βροῦτος ἀναμεῖναι τουτὶ τὸ σαρκίον;
句法上,ἄν 虽然置于动词 δοκεῖ 之前,但在逻辑上修饰不定式 ἀναμεῖναι,构成潜在语气(“难道你们认为布鲁图斯不能等待……”);且此处为主格不定式结构(个人句式,主语为名格的 Βροῦτος),而非使用宾格加不定式的无人称句式。
- 8.3ὡς οὐδενὶ προσῆκον ἄλλῳ μεθʼ ἑαυτὸν ἢ Βρούτῳ δύνασθαι τοσοῦτον.
ὡς 后接非人称动词 προσήκει 的中性宾格分词 προσῆκον,构成绝对宾格结构,用以说明前文恺撒言论的意图与潜在理由(“意在表明除布鲁图斯外,无人适合……”)。
- 8.4ὀλίγον χρόνον ἀνασχόμενος Καίσαρι δευτερεῦσαι καὶ παρακμάσαι τὴν δύναμιν αὐτοῦ καὶ μαρανθῆναι τὴν ἐπὶ τοῖς κατορθώμασιν ἐάσας δόξαν.
此处由 καί 连接的两个分词 ἀνασχόμενος 与 ἐάσας 充当条件,修饰主句的 δοκεῖ πρῶτος ἂν ... γενέσθαι(表虚拟或强烈推测)。ἀνασχόμενος 带不定式 δευτερεῦσαι(甘居次席);ἐάσας 则统辖由两个并列不定式 παρακμάσαι 和 μαρανθῆναι 及其宾格主语(τὴν δύναμιν 和 τὴν ... δόξαν)构成的结构,意为“听任其权势衰落、名望衰褪”。
