- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:7.1-7.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
布鲁图斯与卡西乌斯为争夺城市大法官一职展开激烈竞争,恺撒虽承认卡西乌斯之言更有理,却仍将首席之职授予布鲁图斯。落选的卡西乌斯心怀怨愤,其党羽亦力劝布鲁图斯提防恺撒的笼络,使布鲁图斯逐渐与恺撒产生疏离。
ἐπεὶ δὲ πλειόνων στρατηγιῶν οὐσῶν τὴν μέγιστον ἔχουσαν ἀξίωμα, καλουμένην δὲ πολιτικήν, ἐπίδοξος ἦν ἢ Βροῦτος ἕξειν ἢ Κάσσιος,1 οἱ μὲν αὐτοὺς λέγουσιν ἐξ αἰτιῶν προτέρων ἡσυχῇ διαφερομένους ἔτι μᾶλλον ὑπὲρ τούτου διαστασιάσαι, καίπερ οἰκείους ὄντας· Ἰουνίᾳ γὰρ, ἀδελφῇ Βρούτου, συνῴκει Κάσσιος· οἱ δὲ Καίσαρος ἔργον γενέσθαι τὴν φιλονεικίαν ταύτην, ἑκατέρῳ κρύφα διʼ ἐλπίδων ἐνδιδόντος ἑαυτόν,2 ἄχρι οὗ προαχθέντες οὕτω καὶ παροξυνθέντες εἰς ἀγῶνα κατέστησαν.
由于当时有数个大法官职位,而在其中享有最高威望、被称为城市大法官的职位,有望由布鲁图斯或卡西乌斯二人之一出任,有些人说,两人此前便已暗生龃龉,尽管结有姻亲之好(卡西乌斯娶了布鲁图斯的妹妹朱妮娅),此时更为此事大起纷争;另一些人则说,这场争斗乃是恺撒暗中操弄的结果:他暗地里给双方许以希望、虚与委蛇,直到将他们挑唆激怒至公开对立的地步。
ἠγωνίζετο δὲ Βροῦτος εὐκλείᾳ καὶ ἀρετῇ πρὸς πολλὰ τοῦ Κασσίου καὶ λαμπρὰ τὰ Παρθικὰ νεανιεύματα.
布鲁图斯以其美名与德操,对抗卡西乌斯在帕提亚建立的诸多辉煌骁勇之功绩。
Καῖσαρ δʼ ἀκούσας καὶ βουλευόμενος ἐν τοῖς φίλοις εἶπε· δικαιότερα μὲν λέγει Κάσσιος, Βρούτῳ δὲ τὴν πρώτην δοτέον.
恺撒在听取申诉并与友人们商议后说道: “卡西乌斯所言更为在理,但首要之职必须授予布鲁图斯。”
ἀπεδείχθη δὲ Κάσσιος ἐφʼ ἑτέρᾳ στρατηγός, οὐ τοσοῦτον εὐνοίας ἔχων διʼ ἣν ἔλαβεν ὅσον ὀργῆς ὧν ἀπέτυχε.
于是卡西乌斯被任命为另一大法官,但他对所获职位的感激,远不及其因错失职位而生的怨恨。
Βροῦτος δὲ καὶ τἆλλα μετεῖχε τῆς Καίσαρος δυνάμεως ὅσον ἐβούλετο. βουλομένῳ γὰρ ὑπῆρχεν εἶναι τῶν φίλων πρώτῳ καὶ δύνασθαι πλεῖστον·
布鲁图斯在其余事务上也随心所欲地分享着恺撒的权势;因为只要他愿意,他完全可以位居亲信之首,权倾一时。
ἀλλʼ εἷλκεν αὐτὸν ἡ περὶ Κάσσιον ἑταιρεία καὶ ἀπέστρεφεν, αὐτῷ μὲν οὔπω Κασσίῳ διηλλαγμένον ἐξ ἐκείνης τῆς φιλοτιμίας, ἀκούοντα δὲ τῶν φίλων διακελευομένων μὴ περιορᾶν αὑτὸν ὑπὸ Καίσαρος μαλασσόμενον καὶ κηλούμενον, ἀλλὰ φεύγειν τὰς τυραννικὰς φιλοφροσύνας καὶ χάριτας, αἷς οὐ τιμῶντα τὴν ἀρετήν, ἀλλʼ ἐκτέμνοντα τὴν ἀλκὴν καὶ τὸν θυμὸν ὑπερείποντα χρῆσθαι πρὸς αὐτόν.3
然而,聚集在卡西乌斯周围的圈子却拉拢他并使他疏远恺撒;布鲁图斯本人虽然在那场争名夺位之后尚未与卡西乌斯和解,但听着友人们劝诫他切莫坐视自己被恺撒软化与魅惑,而当远离那种僭主式的温存与恩惠;因为恺撒对他施展这些手段,绝非尊崇其美德,实乃阉割其英气、摧折其刚烈之志。
- 7.1ἐπίδοξος ἦν ἢ Βροῦτος ἕξειν ἢ Κάσσιος
形容词 ἐπίδοξος(有望的、被期待的)在此处采用人称构文(personal construction),而非无人称构文(ἐπίδοξον ἦν 加不定式)。主语名词(Βροῦτος ἢ Κάσσιος)为主格,与限定动词 ἦν 保持一致,后接将来时不定式 ἕξειν,意为“人们预期布鲁图斯或卡西乌斯将获得”。
- 7.2ἑκατέρῳ κρύφα διʼ ἐλπίδων ἐνδιδόντος ἑαυτόν
属格分词 ἐνδιδόντος 与前文的属格名词 Καίσαρος 一致。熟语 ἐνδιδόναι ἑαυτόν(字面为“委身于”)与 διʼ ἐλπίδων 连用,表示在暗中向对方施以希望、虚与委蛇以讨其欢心。
- 7.7αἷς οὐ τιμῶντα τὴν ἀρετήν, ἀλλʼ ἐκτέμνοντα τὴν ἀλκὴν καὶ τὸν θυμὸν ὑπερείποντα χρῆσθαι πρὸς αὐτόν
在由关系代词 αἷς 引导的从句中,受间接引语(承接分词 διακελευομένων 所含的言说内容)的影响,未用限定动词而是转用了不定式 χρῆσθαι(关系从句中的不定式转用)。不定式 χρῆσθαι 的逻辑主语是恺撒(宾格),三个宾格分词 τιμῶντα、ἐκτέμνοντα、ὑπερείποντα 均作其修饰语。
