- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:6.1-6.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
法萨卢斯战败逃脱后,布鲁图斯蒙恺撒赦免并深获重用。他在推断庞培逃亡去向以及治理山内高卢时展现出过人的见识与高尚的品德,赢得恺撒极高的赞赏与信任。
γενομένης δὲ τῆς κατὰ Φάρσαλον ἥττης καὶ Πομπηΐου μὲν ἐπὶ θάλασσαν διεκπεσόντος, πολιορκουμένου δὲ τοῦ χάρακος, ἔλαθεν ὁ Βροῦτος κατὰ πύλας πρὸς τόπον ἑλώδη καὶ μεστὸν ὑδάτων καὶ καλάμου φερούσας ἐξελθών καὶ διὰ νυκτὸς ἀποσωθεὶς1 εἰς Λάρισσαν.
当法萨卢斯战败、庞培逃向海边且军营遭到围困之时,布鲁图斯趁人不备,从一道通往充满积水与芦苇的沼泽之地的城门脱身而出,乘夜安全逃至拉里萨。
ἐκεῖθεν δὲ γράψαντος αὐτοῦ Καῖσαρ ἥσθη τε σωζομένῳ, καὶ κελεύσας πρὸς αὑτὸν ἐλθεῖν οὐ μόνον ἀφῆκε τῆς αἰτίας, ἀλλὰ καὶ τιμώμενον ἐν τοῖς μάλιστα περὶ αὑτὸν εἶχεν.
布鲁图斯从该地致信后,恺撒因其幸免于难而十分欣喜,不仅召他前来赦免其过,更将他置于身边最受尊崇的亲信之列。
οὐδενὸς δʼ ὅπῃ φεύγοι Πομπήϊος εἰπεῖν ἔχοντος, ἀλλʼ ἀπορίας οὔσης, ὁδόν τινα σὺν τῷ Βρούτῳ βαδίζων μόνος ἀπεπειρᾶτο τῆς γνώμης.
当时无人能说出庞培逃往何方,众皆彷徨无措,恺撒便单独与布鲁图斯漫步同行,试探其想法。
καὶ δόξαντος ἔκ τινων διαλογισμῶν ἄριστα περὶ τῆς Πομπηΐου τεκμαίρεσθαι φυγῆς,2 ἀφεὶς τἆλλα τὴν ἐπʼ Αἰγύπτου συνέτεινεν.
见布鲁图斯凭某些缜密推论对庞培的逃亡去向作出了最准确的推测,恺撒便搁置余事,径直向埃及进发。
ἀλλὰ Πομπήϊον μὲν, ὥσπερ εἴκασε Βροῦτος, Αἰγύπτῳ προσβαλόντα τὸ πεπρωμένον ἐδέξατο. Καίσαρα δὲ καὶ πρὸς Κάσσιον ἐπράϋνε Βροῦτος.
而庞培果真如布鲁图斯所料,一抵埃及时便迎来了既定的命运。布鲁图斯还促使恺撒宽宥了卡西乌斯。
καὶ δὴ καὶ τῷ τῶν Λιβύων βασιλεῖ προηγορῶν μὲν ἡττᾶτο τοῦ μεγέθους τῶν κατηγοριῶν, δεόμενος δὲ καὶ παραιτούμενος περὶ τούτου πολλὴν αὐτῷ διέσωσε τῆς ἀρχῆς, λέγεται δὲ Καῖσαρ, ὅτε πρῶτον ἤκουσεν αὐτοῦ λέγοντος, εἰπεῖν πρὸς τοὺς φίλους· οὗτος ὁ νεανίας οὐκ οἶδα μὲν ὃ βούλεται, πᾶν δʼ ὃ βούλεται σφόδρα βούλεται.
此外,他在为利比亚人的国王辩护时,虽被指控的严重程度压制,但凭借恳请与说情,仍为其保全了大片王国领地。据说,当恺撒初次聆听他演说时,曾对友人们说道: “我虽不知这年轻人想要何物,但他无论想要什么,都是欲之极甚。”
τὸ γὰρ ἐμβριθὲς αὐτοῦ καὶ μὴ ῥᾳδίως μηδὲ παντὸς ὑπήκοον τοῦ δεομένου πρὸς χάριν, ἀλλʼ ἐκ λογισμοῦ καὶ προαιρέσεως τῶν καλῶν πρακτικόν, ὅποι τρέψειεν, ἰσχυραῖς ἐχρῆτο ταῖς ὁρμαῖς καὶ τελεσιουργοῖς.3
因为布鲁图斯为人端庄沉稳,既不轻易屈从,也不为讨好而顺应任何相求之人,而是凭理性思虑和对美善之事的抉择去践行;无论其心志引向何处,皆能发挥强大而具决定性的力量。
πρὸς δὲ τὰς ἀδίκους δεήσεις ἀκολάκευτος ἦν, καὶ τὴν ὑπὸ τῶν ἀναισχύντως λιπαρούντων ἧτταν, ἣν ἔνιοι δυσωπεῖσθαι καλοῦσιν, αἰσχίστην ἀνδρὶ μεγάλῳ ποιούμενος εἰώθει λέγειν ὡς οἱ μηδὲν ἀρνεῖσθαι δυνάμενοι δοκοῦσιν αὐτῷ μὴ καλῶς τὴν ὥραν διατεθεῖσθαι.4
面对不公的求告,他绝不受阿谀所动;在他看来,屈服于无耻缠磨之人——有些人称之为碍于面子——乃大丈夫之奇耻大辱,因而他常说,凡万事皆不能推拒者,依他所见必是在青春年少时未能守身如玉。
μέλλων δὲ διαβαίνειν εἰς Λιβύην Καῖσαρ ἐπὶ Κάτωνα καὶ Σκηπίωνα Βρούτῳ τὴν ἐντὸς Ἄλπεων Γαλατίαν ἐπέτρεψεν εὐτυχίᾳ τινὶ τῆς ἐπαρχίας·
当恺撒准备渡海前往利比亚征讨加图与斯基皮奥时,阿尔卑斯山内的高卢有幸被委任予布鲁图斯管辖。
τὰς γὰρ ἄλλας ὕβρει καὶ πλεονεξίᾳ τῶν πεπιστευμένων ὥσπερ αἰχμαλώτους διαφορούντων, ἐκείνοις καὶ τῶν πρόσθεν ἀτυχημάτων παῦλα καὶ παραμυθία Βροῦτος ἦν.
当时其他省份皆因受委任者的骄纵和贪欲而遭掠夺、形同战俘之所,但对当地民众而言,布鲁图斯却是他们连昔日厄运也得以解脱的止歇与抚慰。
καὶ τὴν χάριν εἰς Καίσαρα πάντων ἀνῆπτεν, ὡς αὐτῷ μετὰ τὴν ἐπάνοδον περιϊόντι τὴν Ἰταλίαν ἥδιστον θέαμα τὰς ὑπὸ Βρούτῳ πόλεις γενέσθαι, καὶ Βροῦτον αὐτόν, αὔξοντα τὴν ἐκείνου τιμὴν καὶ συνόντα κεχαρισμένως.
而且布鲁图斯将一切善政归功于恺撒,以至于恺撒在返回后巡游意大利时,布鲁图斯治下的诸城邑,以及为恺撒增添荣光且殷勤相伴的布鲁图斯本人,成了最令恺撒赏心悦目的景象。
- 6.1ἔλαθεν ὁ Βροῦτος ... ἐξελθών καὶ ... ἀποσωθείς
动词 ἔλαθεν(λανθάνω 的简单过去时)与分词 ἐξελθών 及 ἀποσωθείς 搭配,构成古希腊语典型的“λανθάνω + 分词”句式,表示“神不知鬼不觉地脱身并安全逃脱”。
- 6.4καὶ δόξαντος ἔκ τινων διαλογισμῶν ἄριστα περὶ τῆς Πομπηΐου τεκμαίρεσθαι φυγῆς
独立属格结构。承接前文恺撒试探布鲁图斯看法的语境,分词 δόξαντος 的逻辑主语是布鲁图斯(“当布鲁图斯被认为……做出了最准确的推测时”)。主句主语则是恺撒(“恺撒搁置余事,急赴埃及”)。
- 6.8τὸ γὰρ ἐμβριθὲς αὐτοῦ ... ὅποι τρέψειεν, ἰσχυραῖς ἐχρῆτο ταῖς ὁρμαῖς καὶ τελεσιουργοῖς
句子的核心骨架是主语 τὸ ἐμβριθὲς αὐτοῦ(中性定冠词+形容词,意为“他的沉稳/庄重气质”)与谓语 ἰσχυραῖς ἐχρῆτο ταῖς ὁρμαῖς καὶ τελεσιουργοῖς(“发挥了强大且具决定性的冲劲”)。在主谓之间插入了详细修饰其品格的成分(καὶ μὴ ῥᾳδίως... πρακτικόν)以及带有泛指希求法的副词从句 ὅποι τρέψειεν(“无论将其指向何方”)。
- 6.9μὴ καλῶς τὴν ὥραν διατεθεῖσθαι
惯用习语。ὥρα 意为“青春年华之美”,中动态动词 διατίθεμαι 在此处意为“处置/贩卖”,在古希腊语境中委婉借指“在青春时期出卖色相(如男妓般失节)”。布鲁图斯以此尖锐的比喻,讽刺那些在道德上软弱、对任何无理请求都不懂拒绝的人。
