- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:5.1-5.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒因与其母塞瑟维利娅的关系而下令军官不得加害布鲁图斯。文中记述了喀提林事件辩论期间,加图在元老院误将塞瑟维利娅写给恺撒的情书当作通敌密信的轶事。
λέγεται δὲ καὶ Καῖσαρ οὐκ ἀμελεῖν τοῦ ἀνδρός, ἀλλὰ καὶ προειπεῖν τοῖς ὑφʼ ἑαυτὸν ἡγεμόσιν ἐν τῇ μάχῃ μὴ κτείνειν Βροῦτον, ἀλλὰ φείδεσθαι, καὶ παρασχόντα μὲν ἑκουσίως ἄγειν,1 εἰ δὲ ἀπομάχοιτο πρὸς τὴν σύλληψιν, ἐᾶν καὶ μὴ βιάζεσθαι· καὶ ταῦτα ποιεῖν τῇ μητρὶ τοῦ Βρούτου Σερβιλίᾳ χαριζόμενος.
据说,恺撒也并非不关照此人,甚至预先吩咐手下的军官,在战斗中切勿杀害布鲁图斯,而要保全他的性命;若他自愿归顺,便将他带回,若他反抗拒捕,就任他离去而不加用强;恺撒这样做,是为了讨好布鲁图斯的母亲塞维利娅。
ἐγνώκει γὰρ, ὡς ἔοικε, νεανίας ὢν ἔτι τὴν Σερβιλίαν ἐπιμανεῖσαν αὐτῷ, καὶ καθʼ οὓς μάλιστα χρόνους ὁ ἔρως ἐπέφλεγε γενόμενον τὸν Βροῦτον ἐπέπειστό πως ἐξ ἑαυτοῦ γεγονέναι.
因为据称恺撒尚年轻时,便知晓塞瑟维利娅对他痴恋若狂;而在那段恋情最为炽烈之时出生的布鲁图斯,让恺撒在某种程度上确信乃是自己的骨肉。
λέγεται δὲ τῶν περὶ Κατιλίναν πραγμάτων μεγάλων ἐμπεπτωκότων εἰς τὴν σύγκλητον, ἃ μικρὸν ἐδέησεν ἀνατρέψαι τὴν πόλιν, ἑστάναι μὲν ὁμοῦ Κάτωνα καὶ Καίσαρα διαφερομένους περὶ γνώμης, ἐν τούτῳ δὲ γραμματιδίου μικροῦ προσδοθέντος ἔξωθεν Καίσαρι, τὸν μὲν ἀναγινώσκειν σιωπῇ, Κάτωνα δὲ βοᾶν ὡς δεινὰ ποιεῖ Καῖσαρ ἐντεύξεις καὶ γράμματα παρὰ τῶν πολεμίων προσδεχόμενος.
又据说,当关涉喀提林那件几乎颠覆城邦的重大变故提交至元老院时,加图与恺撒正立在一起,就各自的主张争辩不休;此时有人从外面给恺撒递来一封小折简,恺撒在默然阅读,加图便高声斥责恺撒接受敌人的接洽和书信乃是大逆不道之举。
θορυβησάντων δὲ πολλῶν, καὶ τοῦ Καίσαρος τὸ δελτάριον, ὡς εἶχε, τῷ Κάτωνι προσδόντος, ἀναγνόντα Σερβιλίας τῆς ἀδελφῆς ἀκόλαστον ἐπιστόλιον ἐκεῖνο μὲν ῥῖψαι2 πρὸς τὸν Καίσαρα καὶ εἰπεῖν κράτει, μέθυσε πρὸς δὲ τὴν γνώμην καὶ τὸν λόγον αὖθις ἐξ ἀρχῆς τραπέσθαι. οὕτω μὲν ἦν ὁ πρὸς Καίσαρα Σερβιλίας ἔρως περιβόητος.
许多人喧哗起来,恺撒顺手将那块小板递给加图;加图读完这封出自其姐塞瑟维利娅之手的不轨短简,便将它摔向恺撒,说道: “拿去吧,酒鬼!” 随即又从头转回自己的意见和陈词。塞瑟维利娅对恺撒的爱恋,由此可见是何等的人尽皆知。
- 5.1παρασχόντα μὲν ἑκουσίως ἄγειν
分词 παρασχόντα 省略了反身代词 ἑαυτόν(或作反身用法),充当不定式 ἄγειν 的逻辑宾语,意为“若他自愿归顺(交出自己),则将其带走”。
- 5.4ἀναγνόντα Σερβιλίας τῆς ἀδελφῆς ἀκόλαστον ἐπιστόλιον ἐκεῖνο μὲν ῥῖψαι
该句延续了句首 λέγεται 所统辖的“宾格加不定式”结构(AcI)。宾格分词 ἀναγνόντα 与不定式 ῥῖψαι 的逻辑主语(加图)在格上保持一致,接续在中间的属格独立结构(τοῦ Καίσαρος... προσδόντος)之后。
