← 普鲁塔克

布鲁图斯传

§52.1-52.8

斯特拉托协助布鲁图自尽

布鲁图请求身旁之人协助自尽遭拒后,对众人的忠诚与自身的德行深表欣慰,随后在斯特拉托的协助下自刎身亡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§52.1

προϊούσης δὲ τῆς νυκτός ἀποκλίνας, ὡς ἔτυχε καθεζόμενος, πρὸς οἰκέτην ἑαυτοῦ Κλεῖτον ἐλάλει. σιωπῶντος δὲ τοῦ Κλείτου καὶ δακρύοντος, αὖθις ἐπισπασάμενος τὸν ὑπασπιστὴν Δάρδανον ἰδίᾳ τινὰς αὐτῷ προσέφερε λόγους.

夜色渐深,布鲁图依照坐着的姿势侧过身来,对自己的一名奴仆克莱图斯低语。见克莱图斯默默垂泪,他又把持盾侍从达尔达努斯拉到身旁,私下向他说了几句话。

§52.2

τέλος δὲ τὸν Βολούμνιον αὐτὸν Ἑλληνιστὶ τῶν λόγων καὶ τῆς ἀσκήσεως ὑπεμίμνῃσκε· καὶ παρεκάλει τῇ χειρὶ συνεφάψασθαι τοῦ ξίφους αὐτῷ καὶ συνεπερεῖσαι τὴν πληγήν.

最后,他用希腊语向沃尔姆尼乌斯本人提起他们共同的哲学论辩与修习,并恳求他伸手一同握住剑柄,帮他一同刺入致命的一击。

§52.3

τοῦ δὲ Βολουμνίου διωσαμένου καὶ τῶν ἄλλων ὁμοίως ἐχόντων, εἰπόντος δέ τινος ὡς δεῖ μὴ μένειν, ἀλλὰ φεύγειν, ἐξαναστὰς, πάνυ μὲν οὖν, ἔφη, φευκτέον· ἀλλʼ οὐ διὰ τῶν ποδῶν, ἀλλὰ διὰ τῶν χειρῶν.1

当沃尔姆尼乌斯拒绝、其余众人亦是如此态度,且有人说不该在此逗留而应当逃跑时,布鲁图站起身来,“诚然如此,”他说: “确实应当逃跑;但不是靠双脚,而是靠双手。”

§52.4

ἐμβαλὼν δὲ τὴν δεξιὰν ἑκάστῳ μάλα φαιδρός ἥδεσθαι μὲν ἔφη μεγάλην ἡδονήν ὅτι τῶν φίλων αὐτὸν οὐδεὶς ἐψεύσατο, τῇ τύχῃ δʼ ἐγκαλεῖν ὑπὲρ τῆς πατρίδος· ἑαυτὸν δὲ τῶν νενικηκότων μακαριώτερον νομίζειν, οὐκ ἐχθὲς οὐδὲ πρώην μόνον, ἀλλὰ καὶ νῦν, ἀπολείποντα δόξαν ἀρετῆς, ἣν οὔτε ὅπλοις οὔτε χρήμασιν ἀπολείψουσιν οἱ κεκρατηκότες, ὡς μὴ δοκεῖν ὅτι δικαίους ἄνδρας ἄδικοι καὶ κακοὶ χρηστοὺς ἀπολέσαντες οὐ προσηκόντως ἄρχουσι.2

他面容极为开朗地与每一个人握手,说自己感到莫大的欣慰,因为朋友中没有一人背弃他,但他要为了祖国而谴责命运;他还认为自己比那些获胜者更为幸福,不仅在昨日与前天如此,即便是现在亦然,因为他留下了美德的声誉,而那些得胜者无论凭借武力还是财富都无法留下这样的声誉,以致无法免于被视为不义之人毁灭了正直之士、邪恶之徒残害了贤良之人而行非分的统治。

§52.6

δεηθεὶς δὲ καὶ παρακαλέσας σῴζειν ἑαυτούς ἀνεχώρησεν ἀπωτέρω μετὰ δυεῖν ἢ τριῶν, ἐν οἷς ἦν καὶ Στράτων ὁ ἀπὸ λόγων ῥητορικῶν γεγονὼς αὐτῷ συνήθης.

在恳请并劝导众人各自逃生之后,他带着两三个人退到了更远处,其中有通过修辞学研习而成为他密友的斯特拉托。

§52.7

καὶ τοῦτον ἔγγιστα παραστησάμενος ἑαυτῷ καὶ τὸ ξίφος γυμνὸν ἐπὶ τῆς λαβῆς ταῖς χερσὶν ἀμφοτέραις ἐρείσας καὶ περιπεσών ἐτελεύτησεν.

布鲁图让斯特拉托紧贴着站在自己身旁,用双手将出鞘的剑以剑柄支住,俯身扑在剑上而死。

§52.8

οἱ δέ φασιν οὐκ αὐτὸν, ἀλλὰ τὸν Στράτωνα, πολλὰ πάνυ τοῦ Βρούτου δεηθέντος, ἀποστρέψαντα τὴν ὄψιν ὑποστῆσαι τὸ ξίφος· ἐκεῖνον δὲ ῥύμῃ προσβαλόντα τὸ στέρνον καὶ διώσαντα συντόμως ἀποθανεῖν.

但也有人说,并非他自己,而是在布鲁图再三恳求之下,由斯特拉托转过脸去稳稳支住利剑,布鲁图猛力将胸膛迎撞上去,贯穿身躯而瞬间气绝。

语法注2 条
  1. 52.3φευκτέον· ἀλλʼ οὐ διὰ τῶν ποδῶν, ἀλλὰ διὰ τῶν χειρῶν

    φευκτέον 是不及物动词 φεύγω 的无人称动形容词结构,表达必然性与义务,相当于 δεῖ φεύγειν(“应当逃跑”)。此处呼应前文有人所言“ὡς δεῖ μὴ μένειν, ἀλλὰ φεύγειν”(不应留下而当逃跑),布鲁图重复了这一动词概念,但通过手段状语的对比——οὐ διὰ τῶν ποδῶν(“不是用双脚”,指仓皇逃遁)与 ἀλλὰ διὰ τῶν χειρῶν(“而是用双手”,指挥剑自尽)——赋予了逃避这一行为全新的自裁意义。

  2. 52.5ὡς μὴ δοκεῖν ὅτι δικαίους ἄνδρας ἄδικοι καὶ κακοὶ χρηστοὺς ἀπολέσαντες οὐ προσηκόντως ἄρχουσι

    此处 ὡς μὴ δοκεῖν 是由 ὡς 引出的不定式结果从句,承接前文得胜者无论凭借武力还是钱财都无法留存德行声誉之语。嵌套在内的 ὅτι 从句中又带有否定词 οὐ(οὐ προσηκόντως ἄρχουσι,“非分统治/不当统治”);这一双重否定结构表达了胜者绝无可能逃脱其恶名——即他们“无法免于被视为不义邪恶之人摧毁正义良善者后行不当之统治”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:52.1-52.8