- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:51.1-51.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
夜间撤退的布鲁图仰望星空吟诗并哀悼阵亡的战友;斯塔提利乌斯主动请缨前往大营侦察并点燃信号火把,却在归途中被敌军杀害。
Βροῦτος δὲ διαβάς τι ῥεῖθρον ὑλῶδες καὶ παράκρημνον ἤδη σκότους ὄντος οὐ πολὺ προῆλθεν, ἀλλʼ ἐν τόπῳ κοίλῳ καὶ πέτραν ἔχοντι μεγάλην προκειμένην καθίσας, ὀλίγων περὶ αὐτὸν ἡγεμόνων καὶ φίλων ὄντων, πρῶτα μὲν ἀποβλέψας εἰς τὸν οὐρανὸν ἀστέρων ὄντα μεστόν ἀνεφθέγξατο δύο στίχους, ὧν τὸν ἕτερον Βολούμνιος ἀνέγραψε· "Ζεῦ, μὴ λάθοι σε τῶνδʼ ὃς αἴτιος κακῶν·" τοῦ δʼ ἑτέρου φησὶν ἐπιλαθέσθαι.1
布鲁图渡过了一条树木丛生且地势险陡的溪流,当时夜色已临,他并未走远,而是在一处地势凹陷且前方耸立着巨石的地方坐了下来。身旁仅有少数几位指挥官和友人,他首先仰望缀满繁星的天空,口中吟咏了两句诗,其中一句沃尔姆尼乌斯记录了下来: “宙斯啊,莫让这些灾祸的始作俑者逃脱你的眼眸;”但他表示已忘记了另一句诗。
μετὰ δὲ μικρὸν τῶν ἐν τῇ μάχῃ πρὸ αὐτοῦ πεσόντων ἑταίρων ἕκαστον ὀνομάζων μάλιστα τῇ Φλαβίου μνήμῃ καὶ τῇ Λαβεῶνος ἐπεστέναξεν. ἦν δʼ αὐτοῦ πρεσβευτὴς ὁ Λαβεών, ὁ δὲ Φλάβιος ἔπαρχος τῶν τεχνιτῶν.
过了一会儿,他一一念出在这场战斗中阵亡在自己前方的同袍之名,尤在忆及弗拉维乌斯和拉贝奥时深沉叹息。拉贝奥是他的副将,而弗拉维乌斯则是工兵长官。
ἐν τούτῳ δέ τις αὐτός τε διψήσας καὶ τὸν Βροῦτον ὁρῶν ὁμοίως ἔχοντα, λαβὼν κράνος ἐπὶ τὸν ποταμὸν κατέδραμε. ψόφου δὲ κατὰ θάτερα προσπεσόντος Βολούμνιος προῆλθε κατοψόμενος, καὶ σὺν αὐτῷ Δάρδανος ὁ ὑπασπιστής.
这时,有一人自己口渴,见布鲁图也同样如此,便拿起头盔向河边奔去。但另一侧突然传来声响,沃尔姆尼乌斯遂前往察看,持盾侍从达尔达努斯也与他同行。
ἐπανελθόντες δὲ μετὰ μικρὸν ἠρώτησαν περὶ τοῦ πώματος, ἠθικῶς δὲ σφόδρα μειδιάσας ὁ Βροῦτος πρὸς τὸν Βολούμνιον ἐκπέποται, εἶπεν, ἀλλʼ ἕτερον ὑμῖν κομισθήσεται πεμφθεὶς δʼ ὁ αὐτός ἐκινδύνευσεν ὑπὸ τῶν πολεμίων ἁλῶναι καὶ μόλις ἐσώθη τετρωμένος.
不久二人折回,询问泉水之事,布鲁图向沃尔姆尼乌斯极其温和地微笑道: “已经被喝光了,”他说: “但还会为你们再取一些来。” 被派去的同一人险些被敌人俘获,负伤勉强逃得性命。
εἰκάζοντι δὲ αὐτῷ μὴ πολλοὺς ἐν τῇ μάχῃ τεθνάναι Στατύλλιος ὑπέστη2 διὰ τῶν πολεμίων ἐκπαισάμενος ʽάλλως γὰρ οὐκ ἦν κατόψεσθαι τὸ στρατόπεδον,3 καὶ πυρσὸν ἄρας ἄνπερ εὕρῃ τἀκεῖ σῳζόμενα, πάλιν ἀφίξεσθαι πρὸς αὐτόν.
正当布鲁图推测在战斗中战死者并不多时,斯塔提利乌斯主动请缨,表示要冲过敌阵(因为别无他法察看大营),若发现那里的物资与人员尚安好,便举起火把,随后重返他的身边。
ὁ μὲν οὖν πυρσὸς ἤρθη τοῦ Στατυλλίου παρελθόντος εἰς τὸ στρατόπεδον, ὡς δʼ οὐκ ἐπανῄει χρόνῳ πολλῷ Βροῦτος εἶπεν ἂν ζῇ Στατύλλιος, ἀφίξεται. συνέβη δʼ αὐτὸν ἐπανερχόμενον ἐμπεσεῖν εἰς τοὺς πολεμίους καὶ διαφθαρῆναι.
斯塔提利乌斯进抵大营后,火把确实升起了;但他过了很久仍未归来,布鲁图说道: “斯塔提利乌斯若还活着,定会回来的。” 然而事情的真相是,他在返回途中遭遇敌人,不幸遇害身亡。
- 51.1τοῦ δʼ ἑτέρου φησὶν ἐπιλαθέσθαι
动词第三人称单数 φησίν 的主语是前文提到的记录者沃尔姆尼乌斯(Βολούμνιος)。并非布鲁图忘记了这句诗,而是沃尔姆尼乌斯在其记述中表示自己“忘记了另一句”。动词 ἐπιλανθάνομαι 支配表示遗忘对象的属格(τοῦ δʼ ἑτέρου)。
- 51.5εἰκάζοντι δὲ αὐτῷ μὴ πολλοὺς ἐν τῇ μάχῃ τεθνάναι Στατύλλιος ὑπέστη
与格分词短语 εἰκάζοντι δὲ αὐτῷ 针对主动词 ὑπέστη 充当参考与格,或表达背景时间与情境(“当他推测……之时”)。动词 ὑφίσταμαι 带有将来不定词(κατόψεσθαι ... καὶ ... πάλιν ἀφίξεσθαι),意为“自愿承担、承诺(去做某事)”。
- 51.5ἄλλως γὰρ οὐκ ἦν κατόψεσθαι τὸ στρατόπεδον
οὐκ ἦν 为无人称用法,表示“不可能……”。后续的不定词使用了将来时 κατόψεσθαι,带有指向预期目标的意图与可能性(“因为否则就无法前去探查大营”)。
