- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:53.1-53.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
梅萨拉将斯特拉托引荐给凯撒,叙述了胜者对布鲁图的善后处置,以及关于布鲁图妻子波尔契娅之死的不同史料记载。
τοῦτον δὲ τὸν Στράτωνα Μεσσάλας ἑταῖρος ὢν Βρούτῳ Καίσαρι διαλλαγεὶς ἐπὶ σχολῆς ποτε προσήγαγε, καὶ δακρύσας εἶπεν· οὗτός ἐστιν, ὦ Καῖσαρ, ὁ ἀνήρ, ὁ τῷ ἐμῷ Βρούτῳ τὴν τελευταίαν ὑπουργήσας χάριν.
布鲁图的密友梅萨拉在与凯撒和解之后,有一次趁着闲暇引荐了这位斯特拉托,并流着泪说: “凯撒啊,正是此人,为我的布鲁图尽了最后的恩义。”
ἀποδεξάμενος οὖν ὁ Καῖσαρ ἔσχεν αὐτὸν ἔν τε τοῖς πόνοις καὶ ἐν τοῖς περὶ Ἄκτιον ἀγῶσιν ἕνα τῶν περὶ αὐτὸν ἀγαθῶν γενομένων Ἑλλήνων.
于是凯撒接纳了他,无论在辛劳中还是在阿克提乌姆战役中,都将他作为侍从身旁的优秀希腊人之一留在身边。
αὐτὸν δὲ τὸν Μεσσάλαν λέγουσιν ὕστερον ἐπαινούμενον ὑπὸ Καίσαρος ὅτι, καίπερ ἐν Φιλίπποις πολεμιώτατος αὐτοῖς γενόμενος διὰ Βροῦτον, ἐν Ἀκτίῳ προθυμότατον ἑαυτὸν παρέσχεν, ἐγώ τοι, φάναι,1 ὦ Καῖσαρ, ἀεὶ τῆς βελτίονος καὶ δικαιοτέρας τιμῆς καὶ μερίδος ἐγενόμην.2
据说梅萨拉本人后来受到凯撒的称赞,称他在腓立比由于布鲁图的缘故虽然是他们最凶悍的敌人,但在阿克提乌姆却表现得最为奋勇,他便说: “凯撒啊,我实则向来都是站在更为优秀、更为正义的荣誉与阵营一边的。”
τὸν δὲ Βροῦτον ὁ Ἀντώνιος ἀνευρὼν τεθνηκότα τὸ μὲν σῶμα τῇ πολυτελεστάτῃ τῶν ἑαυτοῦ φοινικίδων περιβαλεῖν ἐκέλευσεν, ὕστερον δὲ τὴν φοινικίδα κεκλεμμένην αἰσθόμενος ἀπέκτεινε τὸν ὑφελόμενον. τὰ δὲ λείψανα πρὸς τὴν μητέρα τοῦ Βρούτου Σερβιλίαν ἀπέπεμψε.
安东尼发现了已经死去的布鲁图,下令用自己最昂贵的一件猩红斗篷将他的尸体裹起来;后来得知斗篷被盗,便处死了那个偷窃之人。至于骨灰,他将其送还给布鲁图的母亲塞尔维利亚。
Πορκίαν δὲ τὴν Βρούτου γυναῖκα Νικόλαος ὁ φιλόσοφος ἱστορεῖ καὶ Οὐαλέριος Μάξιμος βουλομένην ἀποθανεῖν, ὡς οὐδεὶς ἐπέτρεπε τῶν φίλων, ἀλλὰ προσέκειντο καὶ παρεφύλαττον, ἐκ τοῦ πυρὸς ἀναρπάσασαν ἄνθρακας καταπιεῖν καὶ τὸ στόμα συγκλείσασαν καὶ μύσασαν οὕτω διαφθαρῆναι.
关于布鲁图的妻子波尔契娅,哲学家尼古拉乌斯与瓦勒里乌斯·马克西穆斯记述道:她意欲寻死,因朋友中没有一人听任她如此,反而紧紧围在她身边严加看守,她便从火中夺取炽炭吞下,合上嘴并紧紧闭住,就这样死去了。
καίτοι φέρεταί τις ἐπιστολὴ Βρούτου πρὸς τοὺς φίλους ἐγκαλοῦντος αὐτοῖς καὶ ὀλοφυρομένου περὶ τῆς Πορκίας, ὡς ἀμεληθείσης ὑπʼ αὐτῶν καὶ προελομένης διὰ νόσον καταλιπεῖν τὸν βίον.3
然而,流传着一封布鲁图致朋友们的信件,其中谴责众人并为波尔契娅哀悼,声称她受到众人的疏忽,且因疾病而选择放弃生命。
ἔοικεν οὖν ὁ Νικόλαος ἠγνοηκέναι τὸν χρόνον, ἐπεὶ τό γε πάθος καὶ τὸν ἔρωτα τῆς γυναικὸς καὶ τὸν τρόπον τῆς τελευτῆς ὑπονοῆσαι δίδωσι καὶ τὸ ἐπιστόλιον, εἴπερ ἄρα τῶν γνησίων ἐστίν.
因此尼古拉乌斯似乎弄错了时间,因为这封短简倘若果真是真作,也足以让人推想出这名女子的挚爱、激情以及死的方式。
- 53.2αὐτὸν δὲ τὸν Μεσσάλαν λέγουσιν ὕστερον ἐπαινούμενον ὑπὸ Καίσαρος ... φάναι
由主动词 λέγουσιν 统领的带不定式的宾格结构(宾格主语 αὐτὸν τὸν Μεσσάλαν,不定式 φάναι)。在宾格主语与不定式之间,长篇插入了被动分词 ἐπαινούμενον 及其修饰原因的 ὅτι 从句,构成了语序倒置与离隔(hyperbaton)。
- 53.3ἀεὶ τῆς βελτίονος καὶ δικαιοτέρας τιμῆς καὶ μερίδος ἐγενόμην
动词 γίγνομαι 带属格补足语(τῆς βελτίονος... μερίδος)。该属格用作表语性属格,表示所属或派系立场(即“属于/站在更优秀、更正义的阵营一方”)。
- 53.6ὡς ἀμεληθείσης ὑπʼ αὐτῶν καὶ προελομένης διὰ νόσον καταλιπεῖν τὸν βίον
由 ὡς 引导的属格独立结构。它并不表示客观事实,而是表明这是布鲁图在信中主观陈述或声称的理由与见解。
