← 普鲁塔克

布鲁图斯传

§4.1-4.8

归附庞培与军营中著述研读

内战爆发时,布鲁图斯出于公义选择归附杀父仇人庞培,奔赴前线并受到隆重欢迎。即便在大决战前夕艰苦的军营生活中,他依然专心于读书和撰写波利比乌斯历史节本。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

ἐπεὶ δὲ τὰ πράγματα διέστη Πομπηΐου καί Καίσαρος ἐξενεγκαμένων τὰ ὅπλα καί τῆς ἡγεμονίας ταραχθείσης, ἐπίδοξος μὲν ἦν αἱρήσεσθαι1 τὰ Καίσαρος· ὁ γὰρ πατὴρ αὐτοῦ διὰ τὸν Πομπήϊον ἐτεθνήκει πρότερον·

但是,当庞培与恺撒诉诸武力、国家政局动荡以致局势分裂时,人们原本预计他会选择恺撒一方;因为他的父亲先前正是因庞培而丧命的。

§4.2

ἀξιῶν δὲ τὰ κοινὰ τῶν ἰδίων ἐπίπροσθεν ποιεῖσθαι καί τὴν Πομπηΐου νομίζων ὑπόθεσιν βελτίονα πρὸς τὸν πόλεμον εἶναι τῆς τοῦ Καίσαρος ἐκείνῳ προσέθετο.

然而,他认为应当把公事置于私情之上,并判定庞培在这场战争中的大义名分胜于恺撒,便归附了庞培。

§4.3

καίτοι πρότερον ἀπαντήσας οὐδὲ προσεῖπε τὸν Πομπήϊον, ἄγος ἡγούμενος μέγα πατρὸς φονεῖ διαλέγεσθαι τότε δʼ ὡς ἄρχοντι τῆς πατρίδος ὑποτάξας ἑαυτόν εἰς Κιλικίαν ἔπλευσε πρεσβευτὴς μετὰ Σηστίου τοῦ λαχόντος τὴν ἐπαρχίαν.

虽然在此之前,即使在路上相遇,他也绝不与庞培搭话,认为与杀父仇人交谈是极大的亵渎;但此时他将自己顺从于作为祖国执政者的庞培,并作为副使随同抽得该行省的塞斯提乌斯一同航行前往基利基亚。

§4.4

ὡς δʼἐκεῖ πράττειν οὐδὲν ἦν μέγα καί συνῄεσαν εἰς ταὐτὸ ἤδη Πομπήϊος καί Καῖσαρ ἀγωνιζόμενοι περὶ τῶν ὅλων, ἧκεν εἰς Μακεδονίαν ἐθελοντὴς τοῦ κινδύνου μεθέξων·

然而由于在那里无甚要事可为,且庞培与恺撒当时已汇聚于同一战场争夺天下大权,他便自愿前往马其顿,以共同分担危险。

§4.5

ὅτε καί φασι Πομπήϊον ἡσθέντα καί θαυμάσαντα προσιόντος αὐτοῦ καθεζόμενον ἐξαναστῆναι καί περιβαλεῖν ὡς κρείττονα πάντων ὁρώντων.

据说在那时,当布鲁图斯走近时,庞培既欣喜又钦佩,从座位上站起身来,在众目睽睽之下将他当作更卓越的人物加以拥抱。

§4.6

ἐν δὲ τῇ στρατείᾳ τῆς ἡμέρας ὅσα μὴ Πομπηΐῳ συνῆν2 περὶ λόγους καί βιβλία διέτριβεν, οὐ μόνον τὸν ἄλλον χρόνον, ἀλλὰ καί πρὸ τῆς μεγάλης μάχης.

在军营中,凡是白天不与庞培在一处的时光,他都消磨于言辞与典籍之中,不仅平日如此,即便在那场大战前夕亦然。

§4.7

ἦν μὲν ἀκμὴ θέρους καί καῦμα πολύ πρὸς ἑλώδεσι χωρίοις ἐστρατοπεδευκότων,3 τῷ δὲ Βρούτῳ οὐ ταχέως ἧκον οἱ τὴν σκηνὴν κομίζοντες.

当时正值盛夏,酷热难耐,军队扎营于沼泽附近,而为布鲁图斯运送营帐的人又迟迟未至。

§4.8

ἐκπονηθεὶς δὲ περὶ ταῦτα, μεσημβρίας μόλις ἀλειψάμενος καί φαγὼν ὀλίγα, τῶν ἄλλων ἢ καθευδόντων ἢ πρὸς ἐπινοίᾳ καί φροντίδι τοῦ μέλλοντος ὄντων, αὐτὸς ἄχρι τῆς ἑσπέρας ἔγραφε συντάττων ἐπιτομὴν Πολυβίου.

尽管他因此劳顿不堪,正午时分才勉强涂敷油膏并略进少量食物,但当其余众人或在沉睡、或沉浸在对未来的思虑与担忧中时,他自己却直到傍晚都一直在执笔撰写波利比乌斯的节本。

语法注3 条
  1. 4.1ἐπίδοξος μὲν ἦν αἱρήσεσθαι

    形容词 ἐπίδοξος(很有可能的、被预料的)支配将来时不定式 αἱρήσεσθαι,表示公众对主语行为的普遍预期,意为“人们原本预计他会选择”。

  2. 4.6τῆς ἡμέρας ὅσα μὴ Πομπηΐῳ συνῆν

    τῆς ἡμέρας 是部分属格,修饰中性复数关系代词 ὅσα。ὅσα μὴ Πομπηΐῳ συνῆν 充当主句动词 διέτριβεν 的时间量度宾语,意为“一天之中凡没有与庞培在一起的时间”。

  3. 4.7ἐστρατοπεδευκότων

    由完成时分词属格复数构成的独立属格结构。句中省略了明示的名词主语,但在语境中可自然理解为整支军队或士兵们。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:4.1-4.8