- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:46.1-46.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
布鲁图斯向士兵发放赏金,并许诺若奋战便允许洗劫两座城市,这被视为他一生中唯一无可辩白的过失。在失去卡西乌斯后,面对军纪涣散又畏缩不前的军队,他被迫做出妥协以维持局面。
ἐκ τούτου τὴν δωρεὰν ἀπέδωκε τοῖς στρατιώταις, καὶ μικρὰ μεμψάμενος ἐπὶ τῷ τὸ σύνθημα μὴ λαβόντας ἄνευ παραγγέλματος ἀτακτότερον ἐναλέσθαι τοῖς πολεμίοις,1 ὑπέσχετο καλῶς ἀγωνισαμένοις δύο πόλεις εἰς ἁρπαγὴν καὶ ὠφέλειαν ἀνήσειν, Θεσσαλονίκην καὶ Λακεδαίμονα.
此后,他把赏金发给士兵;在略微责备了他们未领口令、未经受命便极无秩序地冲向敌人之后,他许诺若他们奋勇作战,就将两座城市——萨洛尼卡与拉刻代蒙——交给他们去洗劫掳掠。
τοῦτο τῷ Βρούτου βίῳ μόνον ἔνεστι τῶν ἐγκλημάτων ἀναπολόγητον, εἰ καὶ πολὺ τούτων δεινότερα νικητήρια τοῖς στρατευομένοις Ἀντώνιος καὶ Καῖσαρ ἐξέτισαν, ὀλίγου δεῖν2 πάσης Ἰταλίας τοὺς παλαιοὺς οἰκήτορας ἐξελάσαντες, ἵνα χώραν ἐκεῖνοι καὶ πόλεις τὰς μὴ προσηκούσας λάβωσιν.
在布鲁图斯的一生中,唯有这一指控是无可辩解的;即便安东尼和凯撒付给征战士兵的战胜犒赏远比这更为可怕,几乎把全意大利的原住民驱逐殆尽,好让那些士兵获得并不属于他们的土地和城市。
ἀλλὰ τούτοις μὲν ἄρχειν καὶ κρατεῖν ὑπέκειτο τοῦ πολέμου τέλος, Βρούτῳ δὲ διὰ δόξαν ἀρετῆς οὔτε νικᾶν οὔτε σῴζεσθαι συνεχωρεῖτο παρὰ τῶν πολλῶν ἢ μετὰ τοῦ καλοῦ καὶ δικαίου,3 καὶ ταῦτα Κασσίου τεθνηκότος, ὃς αἰτίαν εἶχε καὶ Βροῦτον ἐνάγειν εἰς ἔνια τῶν βιαιοτέρων.
然而对他们而言,统治与支配本就是战争的归宿;但布鲁图斯因其美德之名,除伴以崇高与正义之外,大众既不容许他取胜,也不容许他苟全性命;尤其是在卡西乌斯死后,后者曾承担过驱使布鲁图斯也采取某些更激进行动的罪责。
ἀλλʼ ὥσπερ ἐν πλῷ πηδαλίου συντριβέντος ἕτερα ξύλα προσηλοῦν καὶ προσαρμόττειν ἐπιχειροῦσιν, οὐκ εὖ μέν, ἀναγκαῖα δὲ, μαχόμενοι πρὸς τὴν χρείαν, οὕτω Βροῦτος ἐν δυνάμει τοσαύτῃ καὶ μετεώροις πράγμασιν οὐκ ἔχων ἰσορροποῦντα στρατηγόν ἠναγκάζετο χρῆσθαι τοῖς παροῦσι καὶ πολλὰ πράσσειν καὶ λέγειν τῶν ἐκείνοις δοκούντων.
但正如航行中舵板若被击碎,人们便设法将其他木料钉合凑合,虽不完美却是出于被迫,勉力应付紧急之需;同样,布鲁图斯身处如此庞大的军队与危急的局势之中,缺乏能与自己地位相当的将领,不得不任用身边现有的人,去施行并说出许多他们认为妥善的事。
ἐδόκει δʼ ὅσα τοὺς Κασσίου στρατιώτας ᾤοντο βελτίους παρέξειν4 δυσμεταχείριστοι γὰρ ἦσαν, ἐν μὲν τῷ στρατοπέδῳ διʼ ἀναρχίαν θρασυνόμενοι, πρὸς δὲ τοὺς πολεμίους διὰ τὴν ἧτταν ἀποδειλιῶντες.
凡他们认为能使卡西乌斯的士兵变得更为驯服的措施,便都得到赞同;因为这些士兵极难驾驭,在营垒中因纪律涣散而放肆横暴,面对敌人时却因方遭溃败而胆怯退缩。
- 46.1ἐπὶ τῷ τὸ σύνθημα μὴ λαβόντας ἄνευ παραγγέλματος ἀτακτότερον ἐναλέσθαι τοῖς πολεμίοις
介词 ἐπί 与带冠词不定式(ἐπὶ τῷ ... ἐναλέσθαι)结合,构成表示责备(μεμψάμενος)原因与缘由的状语成分。不定式的逻辑主语通过宾格分词 λαβόντας(以及语境中指代的士兵)来体现。
- 46.2ὀλίγου δεῖν
源自无人称结构的习惯性限定副词短语,字面意为“差一点”,引申为“几乎”、“差不多”。此处作状语修饰其后的 πάσης Ἰταλίας(全意大利的)。
- 46.3οὔτε νικᾶν οὔτε σῴζεσθαι συνεχωρεῖτο παρὰ τῶν πολλῶν ἢ μετὰ τοῦ καλοῦ καὶ δικαίου
在否定连词(οὔτε ... οὔτε)之后,连词 ἤ 具有排他作用,意为“除……之外”(等同于 ἀλλʼ ἤ 或拉丁语 nisi)。句意为“若非伴随崇高与正义,大众便既不容许他取胜,也不容许他苟全性命”。
- 46.5ἐδόκει δʼ ὅσα τοὺς Κασσίου στρατιώτας ᾤοντο βελτίους παρέξειν
无人称动词 ἐδόκει(决议/被认为妥善)的指示词先行词 ταῦτα 被省略,由关系代词 ὅσα 引导的关系从句实际充当主语(即 ταῦτα ἐδόκει, ὅσα ᾤοντο...)。在从句内部,βελτίους 作谓语形容词,与 παρέξειν 一同支配宾语 τοὺς Κασσίου στρατιώτας(意为“使卡西乌斯的士兵变得更好/更听话”)。
