← 普鲁塔克

布鲁图斯传

§45.1-45.9

双方伤亡统计与阵营混乱及处置俘虏

战斗双方伤亡清点完毕,敌方在获得卡西乌斯遗物后重振士气;布鲁图斯在处置俘虏与动荡营垒时,部下要求严惩两名出言不逊的弄人,布鲁图斯不耐烦的回应导致二人被处死。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§45.1

ἔπεσον δὲ τούτων μὲν ὀκτακισχίλιοι σὺν τοῖς στρατευομένοις οἰκέταις, οὓς Βρίγας ὁ Βροῦτος ὠνόμαζε· τῶν δʼ ἐναντίων Μεσσάλας φησὶν οἴεσθαι πλείους ἢ διπλασίους.

己方战死八千人,其中包括随军服役的家奴,布鲁图斯称他们为布里吉人;而梅萨拉说,他认为敌方的阵亡者是这个数字的两倍以上。

§45.2

διὸ καὶ μᾶλλον ἠθύμουν ἐκεῖνοι πρὶν ἢ Κασσίου θεράπων ὄνομα Δημήτριος ἀφίκετο πρὸς Ἀντώνιον ἑσπέρας, εὐθὺς ἀπὸ τοῦ νεκροῦ τὰς χλαμύδας λαβὼν καὶ τὸ ξίφος. ὧν κομισθέντων οὕτως ἐθάρρησαν ὥστε ἅμʼ ἡμέρᾳ προάγειν ὡπλισμένην ἐπὶ μάχῃ τὴν δύναμιν.

因此敌军本更加沮丧,直到傍晚卡西乌斯的一名侍从,名叫德米特里乌斯的,直接从尸体上取走了斗篷和佩剑,来到安东尼那里。这两样东西被送来后,敌军士气大振,以致天一破晓便全副武装列队迎战。

§45.3

Βρούτῳ δὲ τῶν στρατοπέδων ἑκατέρου σαλεύοντος ἐπισφαλῶς τὸ μὲν γὰρ αὐτοῦ καταπεπλησμένον αἰχμαλώτων ἐδεῖτο φυλακῆς ἀκριβοῦς, τὸ δὲ Κασσίου τὴν μεταβολὴν τοῦ ἄρχοντος οὐ ῥᾳδίως ἔφερεν, ἀλλὰ καὶ φθόνου τι καὶ μίσους ἡττημένοις ἐνῆν αὐτοῖς πρὸς τὸ νενικηκός, ὁπλίσαι μὲν ἔδοξε τὸ στράτευμα,1 μάχης δʼ ἀπέσχετο.

对布鲁图斯而言,由于两座营垒都处于危险的动荡之中——他自己的营垒挤满了俘虏,需要严加看守;而卡西乌斯的营垒则难以接受主帅的更替,加之作为战败者,他们对获胜的同袍心怀嫉妒与怨恨——他便决定令军队武装戒备,却按兵不动。

§45.4

τῶν δʼ αἰχμαλώτων τὸ μὲν δουλικὸν πλῆθος ἐνειλούμενον ὑπόπτως τοῖς ὅπλοις ἐκέλευσεν ἀναιρεθῆναι, τῶν δʼ ἐλευθέρων τοὺς μὲν ἀπέλυε φάσκων ὑπὸ τῶν πολεμίων μᾶλλον ἡλωκέναι αὐτοὺς καὶ παρʼ ἐκείνοις αἰχμαλώτους εἶναι καὶ δούλους, παρʼ αὑτῷ δʼ ἐλευθέρους καὶ πολίτας· ὡς δὲ τοὺς φίλους ἑώρα καὶ τοὺς ἡγεμόνας ἀδιαλλάκτως ἔχοντας, ἀποκρύπτων καὶ συνεκπέμπων ἔσῳζεν.

至于俘虏,他下令将那些在兵器堆中可疑穿行的奴隶尽数处死;但对自由民,他释放了一部分,声称他们反倒是被敌人俘获的,在敌人那里他们是俘虏和奴隶,在自己这里则是自由民和公民;而当他看到自己的朋友和将领们态度决绝、不可调和时,便通过隐匿和暗中遣送的办法保全了他们。

§45.6

ἦν δέ τις Βολούμνιος μῖμος καὶ Σακουλίων γελωτοποιὸς ἡλωκότες, οὓς ἐν οὐδενὶ λόγῳ τιθεμένου τοῦ Βρούτου προσάγοντες οἱ φίλοι κατηγόρουν ὡς οὐδὲ νῦν τοῦ λέγειν καὶ σκώπτειν πρὸς ὕβριν αὐτῶν ἀπεχομένους.2

在俘虏中有一个名叫沃卢姆尼乌斯的哑剧演员和一个名叫萨库利翁的弄臣,布鲁图斯对他们毫不在意,但他的朋友们将两人押送前来,指控他们即便在当下也仍不收敛对众人的辱骂和嘲弄。

§45.7

ἐπεὶ δὲ Βροῦτος μὲν ἐσίγα πρὸς ἑτέραις ὢν φροντίσι, Μεσσάλας δὲ Κορβῖνος ἐδικαίου πληγαῖς κολασθέντας ἐπὶ σκηνῆς γυμνοὺς ἀποδοθῆναι τοῖς στρατηγοῖς τῶν πολεμίων, ὅπως εἰδῶσιν οἵων δέονται στρατευόμενοι συμποτῶν καὶ συνήθων, ἔνιοι μὲν τῶν παρόντων ἐγέλασαν, Πόπλιος δὲ Κάσκας, ὁ πρῶτος Καίσαρα πατάξας, οὐ καλῶς, ἔφη, τεθνηκότι Κασσίῳ παίζοντες καὶ γελωτοποιοῦντες ἐναγίζομεν σὺ δέ, εἶπεν, ὦ Βροῦτε, δείξεις ὅπως ἔχεις μνήμης3 πρὸς τὸν στρατηγόν ἢ κολάσας ἢ φυλάξας τοὺς χλευασομένους καὶ κακῶς ἐροῦντας αὐτόν.

当布鲁图斯因心系他事而默不作声时,梅萨拉·科尔维努斯主张在戏台上施以鞭刑惩戒他们,然后将他们赤身裸体送回敌方将领处,好让他们知道出征在外需要什么样的酒友和同僚;在场的一些人听后笑了起来,但第一个刺击凯撒的普布利乌斯·卡斯卡却说: “我们以玩闹和调笑的方式 为死去的卡西乌斯献祭, 绝非善举。而你, 布鲁图斯,”他说,“将通过惩处或保护这些将会嘲弄和辱骂将军之人,表明你对他怀有怎样的追思。”

§45.9

πρὸς τοῦτο Βροῦτος εὖ μάλα δυσχεράνας, τί οὖν, εἶπεν, ἐμοῦ πυνθάνεσθε, Κάσκα, καὶ οὐ πράττετε τὸ δόξαν ὑμῖν; ταύτην ἐκεῖνοι τὴν ἀπόκρισιν συγκατάθεσιν ποιησάμενοι κατὰ τῶν ἀθλίων ἀνθρώπων, διέφθειραν αὐτοὺς ἀπαγαγόντες.

对此布鲁图斯大感厌恶,说道: “那么卡斯卡, 你们为何还要问我,而不去照你们认为妥当的去办呢?” 他们将这一回答视为对处置这两个可怜之人的许可,便将他们带走处死了。

语法注3 条
  1. 45.3Βρούτῳ δὲ τῶν στρατοπέδων ἑκατέρου σαλεύοντος ἐπισφαλῶς ... ὁπλίσαι μὲν ἔδοξε τὸ στράτευμα

    句首的与格 Βρούτῳ 跨过中间插入的属格绝对结构 τῶν στρατοπέδων ἑκατέρου σαλεύοντος ἐπισφαλῶς(两座营垒各自处于危险的动荡之中)以及补充原因的 τὸ μὲν γὰρ... 分句,与后文的无人称动词 ἔδοξε(决定、认为妥当)搭配,构成“对布鲁图斯而言,他决定……”之意。

  2. 45.6κατηγόρουν ὡς οὐδὲ νῦν τοῦ λέγειν καὶ σκώπτειν πρὸς ὕβριν αὐτῶν ἀπεχομένους

    由 ὡς 引导的宾格分词 ἀπεχομένους 以关系代词 οὓς(指沃卢姆尼乌斯和萨库利翁)为逻辑主语,充当动词 κατηγόρουν(指控)的补足成分,表示指控的内容与主观理由。定冠词不定词 τοῦ λέγειν καὶ σκώπτειν 为 ἀπέχομαι 所要求的离格性属格,属格代词 αὐτῶν 附属于 πρὸς ὕβριν,起宾格性属格的作用(“以对他们的侮辱”)。

  3. 45.8ὅπως ἔχεις μνήμης

    副词(ὅπως)+ 动词 ἔχω + 属格(μνήμης)构成的习语,表示“对于怀念/追思持有何种状态(态度)”。μνήμης 作为关联属格(genitive of reference),限定 ἔχω 与副词所表示的状态范围。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:45.1-45.9