← 普鲁塔克

布鲁图斯传

§47.1-47.9

海战结局与两军仓促决战的经过

困于补给和严酷天候的凯撒军得知己方海上惨败后急于决战;布鲁图斯对此不知情,并将报信的降人视为妄言,遂走向决战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§47.1

οὐδὲν δὲ βέλτιον εἶχε τὰ πράγματα τοῖς περὶ Καίσαρα καὶ Ἀντώνιον, ἀγορᾷ τε χρωμένοις ἀναγκαῖα καὶ διὰ κοιλότητα τοῦ στρατοπέδου χειμῶνα μοχθηρὸν προσδοκῶσιν.

另一方面,凯撒和安东尼一方的境况也毫无起色,他们只能勉强依靠匮乏的补给,并且由于营地地势低洼,正面临一个艰难的寒冬。

§47.2

εἱλούμενοι γὰρ πρὸς ἕλεσι καὶ μετὰ τὴν μάχην ὄμβρων φθινοπωρινῶν ἐπιγενομένων πηλοῦ κατεπίμπλαντο τὰς σκηνὰς1 καὶ ὕδατος παραχρῆμα πηγνυμένου διὰ ψῦχος.

因为他们挤在沼泽近旁,战后又正逢秋雨连绵,帐篷里灌满了泥浆和水,并且由于严寒随即结成了冰。

§47.3

ἐν τούτῳ δʼ οὖσιν αὐτοῖς ἧκεν ἀγγελία περὶ τῆς κατὰ θάλατταν γενομένης ἀτυχίας περὶ τὴν στρατιάν. ἐξ Ἰταλίας γὰρ πολλὴν κομιζομένην παρὰ Καίσαρος αἱ Βρούτου νῆες ἐπιπεσοῦσαι διέφθειραν, ὧν ὀλίγοι παντάπασι τοὺς πολεμίους διαφυγόντες ὑπὸ λιμοῦ τῶν ἱστίων καὶ τῶν σχοινίων ἐσθίοντες διεγένοντο.

正当他们处于这种境况时,海上传来了军队遭遇惨败的急报。原来凯撒正从意大利运送大批军队前来,布鲁图斯的战船发起突袭并将他们歼灭;其中唯有极少数人彻底逃脱了敌人,因饥饿而靠咀嚼帆布和绳索才得以存活。

§47.4

ταῦτʼ ἀκούσαντες ἔσπευδον διὰ μάχης κριθῆναι πρὶν αἰσθέσθαι τὸν Βροῦτον ὅσον αὐτῷ γέγονεν εὐτυχίας.

闻听此事后,他们在布鲁图斯察觉自己获得了何等巨大的幸运之前,急于通过决战来见分晓。

§47.5

καὶ γὰρ ἡμέρᾳ μιᾷ συνέβη τόν τε κατὰ γῆν ἅμα καὶ τόν κατὰ θάλατταν ἀγῶνα κριθῆναι. τύχῃ δέ τινι μᾶλλον ἢ κακίᾳ τῶν ἐν ταῖς ναυσὶν ἡγεμόνων ἠγνόησε τὸ κατόρθωμα Βροῦτος ἡμερῶν εἴκοσι διαγενομένων.

实际上,陆战与海战恰巧是在同一天决出了胜负。然而与其说是由于海上将领的过失,不如说是出于某种机缘,布鲁图斯在过了整整二十天之后仍对这场大胜一无所知。

§47.6

οὐ γὰρ ἂν εἰς δευτέραν μάχην προῆλθε,2 τὰ μὲν ἀναγκαῖα τῇ στρατιᾷ παρεσκευασμένος εἰς πολὺν χρόνον, ἐν καλῷ δὲ τῆς χώρας ἱδρυμένος, ὥστε καὶ χειμῶνος ἀπαθὲς καὶ πρὸς τοὺς πολεμίους δυσεκβίαστον ἔχειν τὸ στρατόπεδον, τῷ δὲ κρατεῖν βεβαίως τῆς θαλάττης καὶ νενικηκέναι πεζῇ τὸ καθʼ αὑτὸν ἐπʼ ἐλπίδων μεγάλων καὶ φρονήματος γεγονώς.

因为如果知道的话,他绝不会走向第二场战斗;他已为军队筹备了长期的必需物资,驻扎在有利的要冲,使营垒既免遭冬日之苦,又令敌人难以强攻破营;更兼牢牢掌控着大海,自身负责的陆战一面又已获胜,怀有极大的希望与昂扬的气势。

§47.7

ἀλλὰ τῶν πραγμάτων, ὡς ἔοικεν, οὐκέτι πολλοῖς ὄντων καθεκτῶν, ἀλλὰ μοναρχίας δεομένων, ὁ θεὸς, ἐξάγειν καὶ μεταστῆσαι τόν μόνον ἐμποδὼν ὄντα τῷ κρατεῖν δυναμένῳ βουλόμενος, ἀπέκοψε τὴν τύχην ἐκείνην, καίπερ ἐγγυτάτω τοῦ μὴ λαθεῖν τόν Βροῦτον ἀφικομένην,3 μέλλοντος γὰρ αὐτοῦ μάχεσθαι πρὸ μιᾶς ἡμέρας ὀψὲ Κλώδιός τις ἐκ τῶν πολεμίων αὐτόμολος ἧκεν, ἀγγέλλων ὅτι διεφθαρμένον ᾐσθημένοι τόν στόλον οἱ περὶ Καίσαρα σπεύδουσι διαγωνίσασθαι.

然而,形势看来已无法再由众人掌控,而是需要君主统治;神明意欲除掉并迁开这唯一阻碍有力者掌权的人,便截断了那份机运——尽管那机运当时已经险些就传入了布鲁图斯的耳中。因为在他即将交战的前一天黄昏,敌阵中有名叫克洛狄乌斯的降人前来报信,称凯撒一方得知舰队被毁后正急于决战。

§47.9

ταῦτα λέγων ὁ ἄνθρωπος οὐκ εἶχε πίστιν οὐδʼ εἰς ὄψιν ἦλθε τῷ Βρούτῳ, καταφρονηθεὶς παντάπασιν ὡς μηδὲν ἀκηκοὼς ὑγιές ἢ τὰ ψευδῆ πρὸς χάριν ἀπαγγέλλων.

但这个人的话并未获得信任,也未能面见布鲁图斯;人们认定他未曾打探到任何可靠消息,或者只是为了讨好而散布谎言,因而完全鄙弃了他。

语法注3 条
  1. 47.2πηλοῦ κατεπίμπλαντο τὰς σκηνὰς

    动词 κατεπίμπλαντο(未完成式中动态/被动态)接表示材料的属格(πηλοῦ,“以泥浆”)和表示受影响客体的宾格(τὰς σκηνὰς,“帐篷”),构成“使自己的帐篷灌满了泥浆”的中动态用法。

  2. 47.6οὐ γὰρ ἂν εἰς δευτέραν μάχην προῆλθε

    ἄν 配合直陈式过去时(προῆλθε)构成过去相反事实虚拟语气的结果主句,承接前文未明说的条件假设(“假使他知晓海战胜利”);随后的分词短语(παρεσκευασμένος, ἱδρυμένος, γεγονώς)则列举了他本无需交战的客观情况与心理依据。

  3. 47.7καίπερ ἐγγυτάτω τοῦ μὴ λαθεῖν τόν Βροῦτον ἀφικομένην

    由 καίπερ 与分词 ἀφικομένην(修饰 τὴν τύχην ἐκείνην)构成的让步从句。最高级副词 ἐγγυτάτω 支配定冠词不定式属格(τοῦ μὴ λαθεῖν),其中 μή 为定冠词不定式的常规否定词,实质否定 λαθεῖν(“瞒过”),全句表示该幸运已极度接近于“不瞒过布鲁图斯”(即几乎被他所获知)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:47.1-47.9