← 普鲁塔克

布鲁图斯传

§42.1-42.9

卡西乌斯营地失守与布鲁图斯率军救援

布鲁图斯军攻破恺撒营地,但安东尼军亦攻入卡西乌斯营地,双方因彼此战况的信息误判而陷入危局。布鲁图斯察觉到卡西乌斯营地的异状,遂整军前往救援。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§42.1

οἱ δὲ μὴ κυκλωσάμενοι τοὺς Καίσαρος, ἀλλὰ συμπεσόντες, ῥᾳδίως μὲν ἀπετρέψαντο τεταραγμένους, καὶ διέφθειραν ἐν χερσὶν τρία τάγματα, καὶ συνεισέπεσον εἰς τὸ στρατόπεδον τοῖς φεύγουσιν ὑπὸ ῥύμης τοῦ κρατεῖν συνενεχθέντες, μεθʼ ἑαυτῶν ἔχοντες τὸν Βροῦτον·

那些没有包围恺撒部队而是与之正面交锋的人,轻易击溃了陷入混乱的敌军,在白刃战中歼灭了三个军团,并乘着胜利的势头与逃窜的敌人一同涌入营地,布鲁图斯也与他们同在。

§42.2

ὃ δʼ οὐ συνεῖδον οἱ νικῶντες ἐδείκνυε τοῖς ἡττημένοις ὁ καιρός.1 εἰς γὰρ τὰ γυμνὰ καὶ παραρρηγνύμενα τῆς ἐναντίας φάλαγγος, ᾗ τὸ δεξιὸν ἀπεσπάσθη πρὸς τὴν δίωξιν, ὠσάμενοι τὸ μὲν μέσον οὐκ ἐξέωσαν, ἀλλʼ ἀγῶνι μεγάλῳ συνείχοντο, τὸ δʼ εὐώνυμον ἀταξίᾳ καὶ ἀγνοίᾳ τῶν γενομένων ἐτρέψαντο καὶ καταδιώξαντες εἰς τὸν χάρακα διεπόρθουν οὐδετέρου τῶν αὐτοκρατόρων παρόντος.

然而,胜者未能察觉之处,战机却向败者显露了出来。因为他们冲向敌方方阵暴露与断裂的部位——也就是右翼为了追击而脱离阵列之处——虽然未能将其中军击退,反而在激战中与之僵持不下,但敌军左翼由于混乱且不知所发生的变故而被他们击溃,他们将溃军追击至营垒并加以洗劫,当时两位主帅均不在场。

§42.3

Ἀντώνιός τε γὰρ, ὥς φασιν, ἐκκλίνας ἐν ἀρχῇ τὴν ἔφοδον εἰς τὸ ἕλος ἀνεχώρησε, καὶ Καῖσαρ οὐδαμοῦ φανερὸς ἦν ἐκπεσὼν τοῦ χάρακος, ἀλλὰ Βρούτῳ τινὲς ὡς ἀνῃρηκότες αὐτὸν ἐπεδείκνυον ᾑμαγμένα τὰ ξίφη, φράζοντες ἰδέαν ἣν εἶχε καὶ ἡλικίαν.

因为据说安东尼在战斗之初便避开攻势退入了沼泽,而恺撒逃出营垒后亦不见踪影;然而有人向布鲁图斯出示染血的刀剑,声称已经杀死了恺撒,并描述了他的相貌与年纪。

§42.4

ἤδη δὲ τὸ μέσον ἐξεώκει φόνῳ πολλῷ τοὺς ἀντιτεταγμένους, καὶ παντελῶς ἐδόκει κρατεῖν ὁ Βροῦτος, ὥσπερ ὁ Κάσσιος κρατεῖσθαι.

此时中军已通过大量的杀戮击退了对阵的敌军,布鲁图斯似乎彻底掌握了胜局,正如卡西乌斯似乎遭到了彻底失败一样。

§42.5

καὶ τοῦτο μόνον αὐτῶν διέφθειρε τὰ πράγματα, τοῦ μὲν ὡς νικῶντι Κασσίῳ μὴ βοηθήσαντος, τοῦ δὲ Βροῦτον ὡς ἀπολωλότα μὴ περιμείναντος·2 ἐπεὶ τῆς γε νίκης ὅρον ὁ Μεσσάλας τίθεται τὸ τρεῖς ἀετοὺς καὶ πολλὰ σημεῖα λαβεῖν τῶν πολεμίων, ἐκείνους δὲ μηδέν.

正是这一点毁掉了他们的全局:一人以为卡西乌斯胜券在握而未去救援,另一人则以为布鲁图斯已经阵亡而未能等待;因为梅萨拉将取得胜利的标准定为缴获了敌军的三面鹰旗和多面军旗,而敌军却未曾夺得一面。

§42.6

ἀναχωρῶν δʼ ὁ Βροῦτος ἤδη διαπεπορθημένων τῶν Καίσαρος ἐθαύμασε τὸ Κασσίου στρατήγιον οὐχ ὁρῶν ὑψηλὸν, ὥσπερ εἰώθει, περιφαινόμενον, οὐδὲ τἆλλα κατὰ χώραν· ἐρήριπτο γὰρ εὐθὺς τὰ πλεῖστα καὶ κατέσπαστο τῶν πολεμίων ἐμπεσόντων.

在恺撒的营垒已被洗劫一空后,布鲁图斯在撤回时惊异地发现,未见卡西乌斯的主将营帐如往常那样高耸显赫,营内其余陈设也已不在原处;因为当敌军冲入时,大部分设施已被立即推倒并拆毁。

§42.7

ἀλλʼ οἱ δοκοῦντες ὀξύτερον βλέπειν τῶν ἑταίρων ἔφραζον αὐτῷ πολλὰ μὲν ὁρᾶν κράνη λάμποντα, πολλοὺς δὲ ἀργυροῦς θυρεοὺς ἐν τῷ χάρακι τοῦ Κασσίου διαφερομένους· οὔκουν δοκεῖν αὐτοῖς οὔτʼ ἀριθμὸν οὔθʼ ὁπλισμὸν εἶναι τῶν ἀπολελειμμένων φυλάκων οὐ μὴν οὐδὲ πλῆθος ἐπέκεινα φαίνεσθαι νεκρῶν ὅσον εἰκὸς ἦν νενικημένων κατὰ κράτος ταγμάτων τοσούτων.3

但同伴中被认为眼力更好的人向他报告说,他们看见卡西乌斯的营寨里有许多头盔在闪光,许多银盾在移动;因此在他们看来,这既不是留守守卫的人数,也不是其武装,而且其后方也并未出现那么多军团遭到彻底击溃时理应出现的大量尸体。

§42.9

ταῦτα πρῶτον ἔννοιαν παρέστησε τῷ Βρούτῳ τοῦ συμπτώματος· καὶ καταλιπὼν φρουρὰν ἐν τῷ στρατοπέδῳ τῶν πολεμίων ἀνεκαλεῖτο τοὺς διώκοντας καὶ συνῆγεν ὡς Κασσίῳ βοηθήσων.

这才首次让布鲁图斯意识到发生了不幸的灾祸;他在敌军营地留下守备队后,便召回追击者,将众人集合起来前去救援卡西乌斯。

语法注3 条
  1. 42.2ὃ δʼ οὐ συνεῖδον οἱ νικῶντες ἐδείκνυε τοῖς ἡττημένοις ὁ καιρός

    关系从句“ὃ δʼ οὐ συνεῖδον οἱ νικῶντες”前置充当主句动词“ἐδείκνυε”的直接宾语,而主语“ὁ καιρός”则置于句末。其基本骨架为:ὁ καιρὸς ἐδείκνυε τοῖς ἡττημένοις [ἐκεῖνο] ὃ οἱ νικῶντες οὐ συνεῖδον(战机向败者显露了胜者未能察觉之事)。

  2. 42.5τοῦ μὲν ὡς νικῶντι Κασσίῳ μὴ βοηθήσαντος, τοῦ δὲ Βροῦτον ὡς ἀπολωλότα μὴ περιμείναντος

    此处为独立属格结构,与前文的“τοῦτο”构成同位解释,以分配结构“τοῦ μὲν ... τοῦ δὲ ...”分别指代布鲁图斯与卡西乌斯。“ὡς”加分词表达主观认知或推测的动机(“以为……”)。同时注意支配格的不同:“βοηθήσαντος”支配与格“νικῶντι Κασσίῳ”,而“περιμείναντος”则支配宾格“Βροῦτον ... ἀπολωλότα”。

  3. 42.8οὔκουν δοκεῖν αὐτοῖς οὔτʼ ἀριθμὸν οὔθʼ ὁπλισμὸν εἶναι τῶν ἀπολελειμμένων φυλάκων οὐ μὴν οὐδὲ πλῆθος ἐπέκεινα φαίνεσθαι νεκρῶν ὅσον εἰκὸς ἦν νενικημένων κατὰ κράτος ταγμάτων τοσούτων.

    不定词“δοκεῖν”和“φαίνεσθαι”承接上一句的动词“ἔφραζον”,构成间接引语的延续。结构上并列了两个判断:“δοκεῖν αὐτοῖς [τοῦτο] οὔτʼ ἀριθμὸν οὔθʼ ὁπλισμὸν εἶναι τῶν ἀπολελειμμένων φυλάκων”(在他们看来,这既不是留守守卫的人数,也不是其装备)与“οὐ μὴν οὐδὲ πλῆθος ἐπέκεινα φαίνεσθαι νεκρῶν...”(而且后方也并未出现尸横遍野的景象)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:42.1-42.9