← 普鲁塔克

布鲁图斯传

§41.1-41.8

布鲁图斯军的突袭与恺撒营地的陷落

在安东尼军修筑堑壕引发的混乱中,布鲁图斯的军队未等暗号传遍便全线冲锋,迂回突破恺撒军左翼并捣毁其大营,而抱病的恺撒则因友人梦中的警示提前脱险。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§41.1

ἔτυχον δʼ οἱ περὶ Ἀντώνιον ἀπὸ τῶν ἑλῶν, οἷς περιεστρατοπέδευον, ἐμβάλλοντες τάφρους εἰς τὸ πεδίον καὶ τὰς ἐπὶ θάλασσαν ὁδοὺς τοῦ Κασσίου περικόπτοντες.

安东尼的部下当时正从他们扎营的沼泽向平原开凿堑壕,切断卡西乌斯通往大海的道路。

§41.2

ἐφήδρευε δὲ Καῖσαρ, οὐ παρὼν αὐτὸς διʼ ἀσθένειαν, ἀλλʼ ἡ δύναμις,1 οὐ πάνυ μαχεῖσθαι προσδοκῶσα τοὺς πολεμίους, ἀλλὰ μόνον ἐκδρομαῖς χρῆσθαι πρὸς τὰ ἔργα καὶ βέλεσιν ἐλαφροῖς καὶ θορύβοις τοὺς ὀρύσσοντας ἐπιταράσσειν· καὶ τοῖς ἀντιτεταγμένοις οὐ προσέχοντες ἐθαύμαζον τὴν περὶ τὰς τάφρους κραυγήν ἄσημον οὖσαν καὶ πολλὴν προσφερομένην.

恺撒则在后方待命——因染病在身,他本人并未在场,只有军队驻守——他们根本未曾预料到敌人会发动全面战斗,而以为对方只会向工事发动小规模突袭,用轻型投射武器和喧嚷来骚扰掘壕者;他们未曾留心正面对阵的敌军,却对堑壕一带传来的虽辨不清名堂却汹涌而至的巨大呼喊声惊疑不已。

§41.4

ἐν τούτῳ γραμματείων τε παρὰ Βρούτου τοῖς ἡγεμόσι φοιτώντων, ἐν οἷς ἦν τὸ σύνθημα γεγραμμένον, αὐτοῦ τε παρεξιόντος ἵππῳ τὰ τάγματα καὶ παραθαρρύνοντος, ὀλίγοι μὲν ἔφθασαν ἀκοῦσαι τὸ σύνθημα παρεγγυώμενον, οἱ δὲ πλεῖστοι μὴ προσμείναντες ὁρμῇ μιᾷ καὶ ἀλαλαγμῷ προσεφέροντο τοῖς πολεμίοις.

此时,布鲁图斯写有军令暗号的木简正分发给各级将领,他本人也骑马巡视各军团并鼓舞士气,但仅有少数人来得及听到传达的暗号,绝大多数人未等号令,便伴着一致的冲锋与战吼杀向敌人。

§41.5

γενομένης δὲ διʼ ἀταξίαν ταύτην ἀνωμαλίας καὶ διασπασμοῦ τῶν ταγμάτων τὸ Μεσσάλα πρῶτον, εἶτα τὰ συνεζευγμένα2 παρήλλαττε τὸ Καίσαρος ἀριστερόν· καὶ βραχέα τῶν ἐσχάτων θιγόντες καὶ καταβαλόντες οὐ πολλούς, ἀλλʼ ὑπερκεράσαντες, ἐμπίπτουσιν εἰς τὸ στρατόπεδον.

由于这种无序,军团之间出现了参差不齐与脱节割裂,首先是梅萨拉的军团,随后是与其相连的各部队,绕过了恺撒军的左翼;他们只轻微触及敌阵的最边缘,斩杀者亦不多,却成功迂回包抄,直捣敌营。

§41.7

καὶ Καῖσαρ μέν, ὡς αὐτὸς ἐν τοῖς ὑπομνήμασιν ἱστορεῖ, τῶν φίλων τινὸς Ἀρτωρίου Μάρκου καθʼ ὕπνον ἰδόντος ὄψιν κελεύουσαν ἐκστῆναι Καίσαρα καὶ μετελθεῖν ἐκ τοῦ χάρακος, ἔφθασε μικρὸν ὑπεκκομισθεὶς3 ἔδοξέ τε τεθνάναι. τὸ γὰρ φορεῖον κενὸν ἀκοντίοις καὶ ὑσσοῖς βάλλοντες διήλασαν. ἦν δὲ φόνος ἐν τῷ στρατοπέδῳ τῶν ἁλισκομένων, καὶ δισχίλιοι Λακεδαιμονίων ἥκοντες ἐπίκουροι νεωστὶ συγκατεκόπησαν.

至于恺撒本人,正如他自己在回忆录中所记述的那样,由于他的友人之一马尔库斯·阿尔托里乌斯在梦中得见异象,命恺撒离开并撤出营寨,他已于不久前被秘密转移走,却被众人误以为已经阵亡;因为冲入营地的士兵们用标枪和投枪刺穿了那顶空轿。营地中充斥着对被俘虏者的杀戮,两千名刚刚作为援军赶到的拉栖代梦人也被一并斩杀殆尽。

语法注3 条
  1. 41.2ἐφήδρευε δὲ Καῖσαρ, οὐ παρὼν αὐτὸς διʼ ἀσθένειαν, ἀλλʼ ἡ δύναμις

    主动词 ἐφήδρευε(第三人称单数)在语法上起初以 Καῖσαρ 为主语,但紧接着通过 οὐ παρὼν αὐτὸς... ἀλλʼ ἡ δύναμις 进行了表意上的修正(依意构文或轭合修辞)。实际施事主体转为了集合名词 ἡ δύναμις,并统领后续的分词 προσδοκῶσα 以及复数动词 ἐθαύμαζον(指代士兵们)。

  2. 41.5τὸ Μεσσάλα πρῶτον, εἶτα τὰ συνεζευγμένα

    中性名词 τάγμα(军团、军阵)的省略。τὸ Μεσσάλα 意为“梅萨拉的军团/部队”,随后的 τὰ συνεζευγμένα 则指与其相邻相接的其余各军团(中性复数)。两者共同作为主语,支配未完成体动词 παρήλλαττε。

  3. 41.7ἔφθασε μικρὸν ὑπεκκομισθεὶς

    动词 φθάνω 与分词(此处为被动不定过去时分词 ὑπεκκομισθείς)构成的惯用句式,意为“及时先于……做了某事”或“刚好在……之前已完成”。副词性中性格 μικρόν 表时间上的切近(“不久前”),整体表示恺撒恰在突入前不久被秘密抬走脱险。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:41.1-41.8