- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:43.1-43.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
陷入败局的卡西乌斯退守小丘,却将赶来救援的己方骑兵误认为追击的敌军,绝望之下令释奴品达罗斯将自己斩首自尽;得知真相的提提尼乌斯随后也自刎殉主。
ἐπέπρακτο δʼ οὕτω τὰ κατʼ αὐτόν, οὔτε τὴν πρώτην ἐκδρομὴν τῶν περὶ Βροῦτον ἡδέως εἶδεν ἄνευ συνθήματος καὶ προστάγματος γενομένην, οὔθʼ ὅτε κρατοῦντες εὐθὺς ὥρμησαν ἐφʼ ἁρπαγὴν καὶ ὠφέλειαν, τοῦ περιϊέναι καὶ κυκλοῦσθαι τοὺς πολεμίους ἀμελήσαντες, ἤρεσκεν αὐτῷ τὰ πραττόμενα.
卡西乌斯方面的情势则是如此发展的:布鲁图斯部下未经口令与命令便发动的最初冲锋,他并未欣然看待;当他们获胜后立即冲去掳掠与抢夺战利品,而忽视了包抄与包围敌军,对此行径他也极为不满。
μελλήσει δέ τινι καὶ διατριβῇ μᾶλλον ἢ προθυμίᾳ καὶ λογισμῷ στρατηγῶν ὑπὸ τοῦ δεξιοῦ τῶν πολεμίων περιελαμβάνετο· καὶ τῶν ἱππέων εὐθὺς ἀπορραγέντων φυγῇ πρὸς τὴν θάλασσαν ὁρῶν καὶ τοὺς πεζοὺς ἐνδιδόντας ἐπειρᾶτο κατέχειν καὶ παρακαλεῖν.
加之他指挥时多带犹疑与拖延,缺少热情与周密的筹划,因而开始被敌军右翼所包围;而当骑兵随即溃散逃往海边,他又见步兵也开始退缩时,便竭力加以遏止与激励。
ἑνὸς δὲ σημειοφόρου φεύγοντος ἀφαρπάσας τὸ σημεῖον ἔπηξε πρὸ τῶν ποδῶν, μηδὲ τῶν περὶ τὸ σῶμα τεταγμένων αὑτοῦ προθύμως ἔτι συμμενόντων.
他从一名逃跑的掌旗官手中夺下军旗,插在自己脚前,但甚至连部署在他身旁的人也不再甘愿坚守在一起。
οὕτω δὴ βιασθεὶς ἀνεχώρησε μετʼ ὀλίγων ἐπὶ λόφον ἔχοντα πρὸς τὸ πεδίον σκοπάς. ἀλλʼ αὐτὸς μὲν οὐδὲν κατεῖδεν ἢ μόλις τὸν χάρακα πορθούμενον, ἦν γὰρ ἀσθενὴς τὴν ὄψιν, οἱ δὲ περὶ αὐτὸν ἱππεῖς ἑώρων πολλοὺς προσελαύνοντας,1 οὓς ὁ Βροῦτος ἔπεμψεν.
于是被迫无奈之下,他带着少数人退到一座可俯瞰平原的小山丘上。然而他本人视力衰弱,除勉强看出自己的营垒遭到洗劫外,什么也看不清;但他周围的人却看到有许多骑兵正策马赶来,这正是布鲁图斯所派出的。
εἴκασε δʼ ὁ Κάσσιος πολεμίους εἶναι καὶ διώκειν ἐπʼ αὐτόν. ὅμως δὲ τῶν παρόντων ἕνα Τιτίνιον ἀπέστειλε κατοψόμενον.
卡西乌斯推测那是前来追击他的敌军。尽管如此,他还是派在场的一人提提尼乌斯前去打探。
οὗτος οὐκ ἔλαθε τοὺς ἱππέας προσιών, ἀλλʼ, ὡς εἶδον ἄνδρα φίλον καὶ Κασσίῳ πιστόν, ἀλαλάξαντες ὑφʼ ἡδονῆς οἱ μὲν συνήθεις ἠσπάζοντό τε καὶ ἐδεξιοῦντο καταπηδῶντες ἀπὸ τῶν ἵππων, οἱ δʼ ἄλλοι περὶ αὐτὸν ἐν κύκλῳ περιελαύνοντες ἅμα παιᾶνι καὶ πατάγῳ διὰ χαρᾶς ἀμετρίαν τὸ μέγιστον ἀπειργάσαντο κακόν.
提提尼乌斯接近时并没有逃过骑兵们的眼睛;当他们看到这是一位友人且是对卡西乌斯忠诚之人时,便因喜悦而欢呼起来,熟人跳下马来向他致意并握手,其他人则围绕着他策马打转,高唱胜利之歌,喧嚷呼喊,因极度的欢喜反而酿成了弥天大祸。
ἔδοξε γὰρ ὁ Κάσσιος ἀληθῶς ὑπὸ τῶν πολεμίων ἔχεσθαι τὸν Τιτίνιον,2 καὶ τοῦτο δὴ φήσας, φιλοψυχοῦντες ἀνεμείναμεν ἄνδρα φίλον ἁρπαζόμενον ὑπὸ τῶν πολεμίων ἰδεῖν, ἀπεχώρησεν εἴς τινα σκηνὴν ἔρημον, ἕνα τῶν ἀπελευθέρων ἐφελκυσάμενος, Πίνδαρον, ὃν ἐκ τῶν κατὰ Κράσσον ἀτυχημάτων ἐπὶ ταύτην εἶχε τὴν ἀνάγκην ὑφʼ αὑτοῦ παρεσκευασμένον.
因为在卡西乌斯看来,提提尼乌斯当真已被敌人俘获;于是他说了这样一句话: “因贪生怕死,我们竟挨到亲眼目睹一位朋友被敌人掳走。” 他随即退入一顶无人的营帐,带走了一名获释奴隶品达罗斯;自克拉苏遭遇厄运以来,卡西乌斯便蓄留此人,以便在遇此绝境时备用。
ἀλλὰ Πάρθους μὲν διέφυγε, τότε δὲ τὰς χλαμύδας ἐπὶ τὴν κεφαλὴν ἀναγαγὼν καὶ γυμνώσας τὸν τράχηλον ἀποκόψαι παρέσχεν.3 εὑρέθη γὰρ ἡ κεφαλὴ δίχα τοῦ σώματος, τὸν δὲ Πίνδαρον οὐδεὶς εἶδεν ἀνθρώπων μετὰ τὸν φόνον, ἐξ οὗ καὶ παρέσχεν ἐνίοις δόξαν ἀνελεῖν τὸν ἄνδρα μὴ κελευσθείς.4
他虽逃过了帕提亚人,此时却将斗篷拉到头上,露出脖颈,任其斩断。因为后来人们发现他的头与身躯分离,而在这次斩杀之后再无人见过品达罗斯,由此也引起了一些人的猜疑,认为他是在未受命的情况下杀死了主人。
ὀλίγῳ δʼ ὕστερον οἵ θʼ ἱππεῖς ἐγένοντο φανεροί, καὶ Τιτίνιος ἐστεφανωμένος ὑπʼ αὐτῶν ἀνῄει πρὸς Κάσσιον. ὡς δὲ κλαυθμῷ καὶ βοῇ τῶν φίλων ὀδυρομένων καὶ δυσφορούντων ἔγνω τὸ πάθος τοῦ στρατηγοῦ καὶ τὴν ἄγνοιαν, ἐσπάσατο τὸ ξίφος καὶ πολλὰ κακίσας τῆς βραδυτῆτος ἑαυτὸν ἀπέσφαξε.
不久之后,那些骑兵显露出了身形,提提尼乌斯戴着他们赠予的冠冕走上山来见卡西乌斯。但他从友人们悲痛交加的哭泣和叫喊声中得知了主帅的惨剧与误会,便拔出宝剑,深责自己的迟缓,随即自刎而亡。
- 43.4οἱ δὲ περὶ αὐτὸν ἱππεῖς ἑώρων πολλοὺς προσελαύνοντας
从词序上看,ἱππεῖς 既可作主干动词 ἑώρων 的主语(“他身旁的骑兵看见……”),也可作宾语并与 πολλοὺς προσελαύνοντας 结合(“他周围的人看见许多骑兵策马赶来”)。但鉴于前文刚提到卡西乌斯麾下的骑兵已溃逃向大海(τῶν ἱππέων ... φυγῇ πρὸς τὴν θάλασσαν),且他仅与少数同伴撤退(μετʼ ὀλίγων),因此此处将 οἱ περὶ αὐτόν 理解为主语实体(“他周围的人”),而将 ἱππεῖς 视为 ἑώρων 的宾语并受 πολλοὺς προσελαύνοντας 修饰,与上下文更为契合。
- 43.7ἔδοξε γὰρ ὁ Κάσσιος ἀληθῶς ὑπὸ τῶν πολεμίων ἔχεσθαι τὸν Τιτίνιον
动词 δοκέω 通常用于带与格的非人称句式(ἔδοξε τῷ Κασσίῳ,“卡西乌斯觉得……”)或以主格人称带不定式的个人句式。此处出现了一种混合句式:ὁ Κάσσιος 作为主格作 ἔδοξε 的主语,而不定式 ἔχεσθαι 却带有了自己的宾格主语 τὸν Τιτίνιον。在功能上,这表达了卡西乌斯的主观认识:“卡西乌斯认定提提尼乌斯确已被敌军俘获”。
- 43.8ἀποκόψαι παρέσχεν
动词 παρέχω 配合不定式,表示主动提供或交出(身体某部位)任凭施行某种动作(此处即“伸出[脖颈]任其斩断”)。不定式 ἀποκόψαι 在句中表目的或结果。
- 43.8μὴ κελευσθείς
带有否定词 μή 的分词,表示让步或条件(“在未受命令的情况下”)。客观陈述已发生的事实通常使用 οὐ,但此处置于表示主观猜测的名词 δόξαν(“产生……的猜疑”)支配之下,故使用带有非现实或假设色彩的 μή。
