- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:40.1-40.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
决战前夜卡西乌斯向梅萨拉吐露忧虑,次晨他与布鲁图斯就战败后的打算交换心意,随后将右翼指挥权让与布鲁图斯,整军出击。
καὶ Βροῦτος μὲν ἐν ἐλπίσι καλαῖς καὶ λογισμοῖς φιλοσόφοις γενόμενος παρὰ τὸ δεῖπνον ἀνεπαύετο· Κάσσιον δὲ Μεσσάλας φησὶ δειπνεῖν τε καθʼ ἑαυτόν ὀλίγους τῶν συνήθων παραλαβόντα, καὶ σύννουν ὁρᾶσθαι καὶ σιωπηλόν, οὐ φύσει τοιοῦτον ὄντα·
布鲁图斯在晚宴时沉浸于美好的希望与哲理的沉思之中,随后便去休息;而据梅萨拉所述,卡西乌斯只带着少数亲近之人独自用膳,显得心事重重且沉默寡言,这与他平时的性情迥异。
παυσαμένου δὲ τοῦ δείπνου λαβόμενον τῆς χειρὸς αὐτοῦ σφόδρα τοσοῦτον εἰπεῖν, ὥσπερ εἰώθει φιλοφρονούμενος, Ἑλληνικῇ φωνῇ· μαρτύρομαί σε,Μεσσάλα, ταὐτὰ Πομπηΐῳ Μάγνῳ πάσχειν,1 ἀναγκαζόμενος διὰ μιᾶς μάχης ἀναρρῖψαι τὸν περὶ τῆς πατρίδος κύβον. ἀγαθὴν μέντοι ψυχὴν ἔχωμεν εἰς τὴν Τύχην ἀφορῶντες, κἂν βουλευσώμεθα κακῶς, ἀπιστεῖν οὐ δίκαιον.
晚膳结束后,卡西乌斯用力握住梅萨拉的手,如往常表示亲昵时那样,用希腊语对他说了这番话: “梅萨拉,我请你作证,我如今正遭受着与伟大的庞培相同的命运,被迫在一场战斗中掷下关乎祖国命运的骰子。然而,让我们仰赖命运女神、鼓足勇气吧;即使我们的决断有所欠妥,也不该对她失去信心。”
ταῦτα εἰπόντα φησὶν ὁ Μεσσάλας τελευταῖα πρὸς αὐτὸν ἀσπάσασθαι τὸν Κάσσιον εἶναι δὲ κεκλημένος εἰς τὴν ὑστεραίαν ἐπὶ δεῖπνον ὑπʼ αὐτοῦ γενέθλιον οὖσαν.2
梅萨拉说,卡西乌斯说完这些话便与他作了最后的拥抱;而梅萨拉本已被他邀请参加次日的晚餐,那是卡西乌斯的生日。
ἅμα δʼ ἡμέρᾳ προὔκειτο μὲν τῷ Βρούτου χάρακι καὶ τῷ Κασσίου σύμβολον ἀγῶνος φοινικοῦς χιτών, αὐτοὶ δὲ συνῆλθον εἰς τὸ μέσον τῶν στρατοπέδων καὶ λέγει Κάσσιος·
破晓时分,布鲁图斯与卡西乌斯的营地前都悬挂起代表战斗信号的猩红战袍,两人亲自来到两军阵营的中间空地上,卡西乌斯开口说道:
εἴη μὲν, ὦ Βροῦτε, νικᾶν καὶ συνεῖναι τὸν πάντα χρόνον ἀλλήλοις εὖ πράξαντας·3 ἐπεὶ δὲ τὰ μέγιστα τῶν ἀνθρωπίνων ἀδηλότατα, καὶ τῆς μάχης παρὰ γνώμην κριθείσης οὐ ῥᾴδιον αὖθις ἀλλήλους ἰδεῖν,τί γινώσκεις περὶ φυγῆς καὶ τελευτῆς;
“布鲁图斯啊,愿我们克敌制胜,并作为功成名就之人永远相伴左右;然而人世间最重大的事最难逆料,倘若战局不如所愿,我们便很难再次相见,你对逃亡与自决有何打算?”
καὶ ὁ Βροῦτος ἀπεκρίνατο· νέος ὢν ἐγὼ, Κάσσιε, καὶ πραγμάτων ἄπειρος, οὐκ οἶδʼ ὅπως ἐν φιλοσοφίᾳ λόγον ἀφῆκα μέγαν. ᾐτιασάμην Κάτωνα διαχρησάμενον ἑαυτόν, ὡς οὐχ ὅσιον οὐδʼ ἀνδρὸς ἔργον ὑποχωρεῖν τῷ δαίμονι4 καὶ μὴ δέχεσθαι τὸ συμπῖπτον ἀδεῶς, ἀλλʼ ἀποδιδράσκειν.
布鲁图斯回答道: “卡西乌斯啊,当我年轻而未经世故之时,不知为何在哲学上曾发过宏论大言。我曾谴责自裁的加图,认为屈从于命运之神、不坦然承受临头之灾反而逃避遁走,既非虔诚亦非勇士之举。
νυνὶ δʼ ἀλλοῖος ἐν ταῖς τύχαις γίνομαι· καὶ θεοῦ καλῶς τὰ παρόντα μὴ βραβεύσαντος οὐ δέομαι πάλιν ἄλλας ἐλπίδας ἐξελέγχειν καὶ παρασκευάς, ἀλλʼ ἀπαλλάξομαι τὴν Τύχην ἐπαινῶν· Μαρτίαις εἰδοῖς δοὺς τῇ πατρίδι τὸν ἐμαυτοῦ βίον ἄλλον ἔζησα διʼ ἐκείνην ἐλεύθερον καὶ ἔνδοξον.
然而如今,在种种命运变故中,我已改变了想法;倘若神明未能妥善裁决当前的战局,我便无意再去尝试别的希望与谋划,而会赞颂着命运离开人世。因为我在三月十五日将自己的性命献给祖国之后,又为了祖国过上了另一段自由而荣耀的一生。”
ἐπὶ τούτοις Κάσσιος ἐμειδίασε καὶ τὸν Βροῦτον ἀσπασάμενος, ταῦτα, ἔφη, φρονοῦντες ἴωμεν ἐπὶ τοὺς πολεμίους, ἢ γὰρ νικήσομεν ἢ νικῶντας οὐ φοβηθησόμεθα.
卡西乌斯听闻此言露出了微笑,拥抱了布鲁图斯,“怀着这般信念,”他说,“就让我们向敌人进发吧;因为我们要么获胜,要么不再惧怕胜利者。”
μετὰ ταῦτα περὶ τάξεως αὐτοῖς λόγος ἐγένετο τῶν φίλων παρόντων, καὶ Βροῦτος ᾐτεῖτο Κάσσιον αὐτὸς ἡγεῖσθαι τοῦ δεξιοῦ κέρατος, ὃ διʼ ἐμπειρίαν καὶ ἡλικίαν μᾶλλον ᾤοντο Κασσίῳ προσήκειν.
此后,他们在诸位友人面前商讨了布阵序列,布鲁图斯向卡西乌斯请求由自己亲自统率右翼,然而众人本以为凭借资历与年纪,这本更应归属于卡西乌斯。
οὐ μὴν ἀλλὰ καὶ τοῦτο Κάσσιος ἔδωκε, καὶ τῶν ταγμάτων τὸ μαχιμώτατον ἔχοντα Μεσσάλαν ἐκέλευσεν ἐπὶ τοῦ δεξιοῦ καταστῆναι.
即便如此,卡西乌斯仍将这一位置让给了他,并命令率领着战斗力最强军团的梅萨拉列阵于右翼。
καὶ Βροῦτος εὐθὺς ἐξῆγε τοὺς ἱππεῖς κεκοσμημένους διαπρεπῶς, καὶ τὸ πεζὸν οὐ σχολαίτερον παρενέβαλλεν.
布鲁图斯随即率领着装备精良的骑兵出击,步兵也毫不拖延地展开了战列。
- 40.3μαρτύρομαί σε, Μεσσάλα, ταὐτὰ Πομπηΐῳ Μάγνῳ πάσχειν
在动词 μαρτύρομαι(呼唤……作证)后,宾格 σε 作其直接宾语,ταὐτὰ ... πάσχειν 构成陈述不定式从句(ταὐτά 作 πάσχειν 的宾语)。πάσχειν 的逻辑主语(卡西乌斯自己)因与支配动词的主语一致而省略。Πομπηΐῳ 是与中性复数代词 ταὐτά(相同的事物)搭配的联合/比较与格,意为“遭受与伟大的庞培相同之事”。
- 40.4εἶναι δὲ κεκλημένος εἰς τὴν ὑστεραίαν ἐπὶ δεῖπνον ὑπʼ αὐτοῦ γενέθλιον οὖσαν
该句是由支配动词 φησὶν ὁ Μεσσάλας 引导的不定式从句。由于不定式的主语是梅萨拉本人(即 φησίν 的主语),因此采用主格分词构成迂回完成时被动不定式(κεκλημένος εἶναι)。γενέθλιον οὖσαν 是与 τὴν ὑστεραίαν 一致的宾格分词短语,意为“次日,即其生日”。
- 40.6εἴη μὲν, ὦ Βροῦτε, νικᾶν καὶ συνεῖναι τὸν πάντα χρόνον ἀλλήλοις εὖ πράξαντας
εἴη 是表达愿望的希求法动词,以无人称方式支配不定式 νικᾶν 与 συνεῖναι(“但愿能够获胜并相伴……”)。不定式的逻辑主语由宾格分词 εὖ πράξαντας(“功成名就的我们”)表示。
- 40.7ᾐτιασάμην Κάτωνα διαχρησάμενον ἑαυτόν, ὡς οὐχ ὅσιον οὐδʼ ἀνδρὸς ἔργον ὑποχωρεῖν τῷ δαίμονι
动词 αἰτιάομαι(谴责)支配直接宾格 Κάτωνα 及补充性分词 διαχρησάμενον(自杀)。随后的 ὡς 从句引出当时提出谴责的理由,其中不定式 ὑποχωρεῖν(屈从)充当 οὐχ ὅσιον οὐδʼ ἀνδρὸς ἔργον(“既非虔诚亦非男子之举”)的主语。
