- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:39.1-39.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
两军各自举行净化仪式并分发赏赐,卡西乌斯一方接连出现不祥之兆。面对力主持久战的卡西乌斯,布鲁图斯主张速战速决,经会议商议后最终决定于次日开战。
οἱ μὲν οὖν περὶ Καίσαρα καθαρμὸν ἐν τῷ χάρακι ποιησάμενοι, μικρόν τι σίτου καί δραχμὰς κατʼ ἄνδρα πέντε διένειμαν εἰς θυσίαν, οἱ δὲ περὶ Βροῦτον καταγνόντες αὐτῶν τῆς ἀπορίας ἢ μικρολογίας, πρῶτον μὲν ἐν ὑπαίθρῳ τὸν στρατὸν, ὥσπερ ἔθος ἐστὶν, ἐκάθηραν, ἔπειθʼ ἱερείων πλήθη κατὰ λόχους καί δραχμὰς ἑκάστῳ πεντήκοντα διαδόντες, εὐνοίᾳ καί προθυμίᾳ τῆς δυνάμεως πλέον εἶχον.
凯撒一行人在营垒内举行了净化仪式,按人头分发了少许谷物和五德拉克马用于献祭。布鲁图斯一行人则鄙视对方的窘迫或吝啬,首先按照惯例在露天旷野中净化了全军,接着按队分发大量的祭牲,每人分得五十德拉克马,因而在军队的拥戴和士气上占据了上风。
οὐ μὴν ἀλλὰ σημεῖον ἐν τῷ καθαρμῷ μοχθηρὸν ἔδοξε Κασσίῳ γενέσθαι, τὸν γὰρ στέφανον αὐτῷ κατεστραμμένον ὁ ῥαβδοῦχος προσήνεγκε.
然而,在净化仪式中发生了一件被卡西乌斯视作不祥的征兆:扈从官递给他的花冠是倒置的。
λέγεται δὲ καί πρότερον ἐν θέᾳ τινὶ καί πομπῇ χρυσῆν Κασσίου Νίκην διαφερομένην πεσεῖν, ὀλισθόντος τοῦ φέροντος.
据说在此之前,在某次表演和游行中,一尊属于卡西乌斯的被抬举着的黄金胜利女神像,因搬运者滑倒而坠落。
ἔτι δʼ ὄρνεά τε σαρκοφάγα πολλὰ καθʼ ἡμέραν ἐπεφαίνετο τῷ στρατοπέδῳ, καί μελισσῶν ὤφθησαν ἑσμοὶ συνιστάμενοι περὶ τόπον τινὰ τοῦ χάρακος ἐντός, ὃν ἐξέκλεισαν οἱ μάντεις ἀφοσιούμενοι τὴν δεισιδαιμονίαν ἀτρέμα καί τόν Κάσσιον αὑτὸν ὑποφέρουσαν ἐκ τῶν Ἐπικούρου λόγων,1 τοὺς δὲ στρατιώτας παντάπασι δεδουλωμένην.
此外,每日都有大量食肉禽鸟出现在营地上空,营垒内某一处还被目击有蜂群聚集,占卜官们将该处隔开封锁,以禳除这种迷信恐惧;这种恐惧甚至使卡西乌斯本人也悄然偏离伊壁鸠鲁学说,更让士兵们完全沦为奴隶。
ὅθεν οὐδʼ ἦν πρόθυμος διὰ μάχης ἐν τῷ παρόντι γενέσθαι τὴν κρίσιν, ἀλλὰ τρίβειν ἠξίου χρόνῳ τόν πόλεμον, ἐρρωμένους χρήμασιν, ὅπλων δὲ καί σωμάτων πλήθει λειπομένους.2
因此,他极不情愿在眼下通过交战来决定胜负,反而主张以时间拖垮战争,因为他们在资金上充足,但在武器与兵员数量上落于下风。
Βροῦτος δὲ καί πρότερον ἔσπευδε τῷ ταχίστῳ τῶν κινδύνων διακριθεὶς ἢ τῇ πατρίδι τὴν ἐλευθερίαν ἀναλαβεῖν ἢ πάντας ἀνθρώπους ἐνοχλουμένους δαπάναις καί στρατείαις καί προστάγμασιν ἀπαλλάξαι κακῶν, καί τότε τοὺς περὶ αὑτὸν ἱππεῖς ὁρῶν ἐν τοῖς προάγωσι καί ταῖς ἁψιμαχίαις εὐημεροῦντας καί κρατοῦντας ἐξῆρτο τὸ φρόνημα·
布鲁图斯在此前便渴望以最迅捷的险阵分出胜负,要么为祖国夺回自由,要么将所有饱受耗费、征役与勒索困扰的人们从苦难中解脱出来;此时又见身边的骑兵在前哨战和小规模交锋中连连告捷、占据上风,心气大振。
καί τινες αὐτομολίαι γενόμεναι πρὸς τοὺς πολεμίους καί διαβολαὶ καθʼ ἑτέρων καί ὑπόνοιαι πολλοὺς τῶν Κασσίου φίλων μετέστησαν ἐν τῷ συνεδρίῳ πρὸς Βροῦτον.
加之发生了几起投向敌方的变节事件,针对他人的谗言与猜忌也随之而起,会议中卡西乌斯的许多朋友转向了布鲁图斯一边。
εἷς δὲ τῶν Βρούτου φίλων Ἀτίλλιος ἠναντιοῦτο, τόν γε χειμῶνα περιμεῖναι κελεύων. ἐρομένου δὲ τοῦ Βρούτου τινὶ βελτίων ἔσεσθαι νομίζει3 μετʼ ἐνιαυτόν, εἰ μηδὲν, εἶπεν, ἄλλο, πλείω βιώσομαι χρόνον.
然而布鲁图斯的朋友之一阿提利乌斯表示反对,力劝至少要等到冬季过去。布鲁图斯问他认为一年之后自己在何种方面会有所好转时,“即使没有别的好处,”他说,“我也能活得更长久些。”
πρὸς τοῦτο Κάσσιος ἐδυσχέρανε, καί τοῖς ἄλλοις προσέκρουσεν οὐ μετρίως ὁ Ἀτίλλιος. ἐδέδοκτο δὴ μάχεσθαι τῇ ὑστεραίᾳ.
卡西乌斯对此感到不悦,阿提利乌斯也大大触怒了其他人。于是便决定次日开战。
- 39.6ἀτρέμα καί τόν Κάσσιον αὑτὸν ὑποφέρουσαν ἐκ τῶν Ἐπικούρου λόγων
分词 ὑποφέρουσαν 修饰 τὴν δεισιδαιμονίαν,并与介词短语 ἐκ τῶν Ἐπικούρου λόγων 连用,意为迷信恐惧“正使卡西乌斯本人也悄然偏离伊壁鸠鲁的学说”。鉴于伊壁鸠鲁学派主张排斥神兆和迷信,该短语突出了接连的凶兆甚至动摇了一向持理性无神立场的卡西乌斯。
- 39.7ἐρρωμένους χρήμασιν, ὅπλων δὲ καί σωμάτων πλήθει λειπομένους
宾格分词 ἐρρωμένους 与 λειπομένους 作不定式 τρίβειν 的逻辑主语的同位修饰成分(指代布鲁图斯与卡西乌斯一方的军队)。它们分别带方面与格 χρήμασιν 和 πλήθει(属格 ὅπλων 与 σωμάτων 修饰 πλήθει),构成了卡西乌斯主张拖延战局的客观军事依据:“资金雄厚,但兵器与兵员不足”。
- 39.10τινὶ βελτίων ἔσεσθαι νομίζει
疑问代词的与格 τίνι(底本作 τινὶ)与比较级 βελτίων 连用,作表示“方面或程度差别的与格”(意即“在何种方面”或“凭什么好转”)。这是布鲁图斯反驳阿提利乌斯等待过冬的主张时所用的诘问句式,质问拖延一年究竟能带来何种具体改善。
