- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:30.1-30.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
布鲁图斯在士麦那获得卡西乌斯让予的军费后进剿叛乱的吕基亚人,并围困了桑图斯城。
ἐν δὲ τῇ Σμύρνῃ τότε τῶν χρημάτων, ἃ πολλὰ συνειλόχει Κάσσιος, ἠξίου μεταλαβεῖν τὰ γὰρ ὄντα κατανηλωκέναι1 ναυπηγούμενος στόλον τοσοῦτον ᾧ πᾶσαν ὑφʼ ἑαυτοῖς ἕξουσι τὴν ἐντὸς θάλασσαν.
当时在士麦那,卡西乌斯积聚了大笔钱财,布鲁图斯要求分得其中的一部分;因为他说自己为了建造足以将整个内海置于掌控之下的庞大舰队,已经耗尽了现有资财。
οὐκ εἴων μὲν οὖν τὸν Κάσσιον οἱ φίλοι διδόναι, λέγοντες ὡς οὐ δίκαιον, ἃ σὺ φειδόμενος διαφυλάττεις Καὶ φθόνῳ συνάγεις, ἐκεῖνον λαβόντα δημαγωγεῖν Καὶ χαρίζεσθαι τοῖς στρατιώταις· οὐ μὴν ἀλλʼ ἔδωκεν αὐτῷ τρίτον μέρος ἁπάντων.
卡西乌斯的朋友们极力阻止他给予,说你省吃俭用保留下来、冒着招人怨恨聚敛而来的钱财,让那个人拿去讨好民众、施恩于士兵,这是不公道的;然而,卡西乌斯还是分给了他全部财物的三分之一。
καὶ πάλιν διαστάντες ἐπὶ τὰς προσηκούσας ἑκατέρῳ πράξεις, Κάσσιος μὲν ἑλὼν Ῥόδον οὐκ ἐπιεικῶς ἐχρῆτο τοῖς πράγμασι, Καὶ ταῦτα2 περὶ τὴν εἴσοδον τοῖς προσαγορεύουσιν αὐτὸν βασιλέα Καὶ κύριον ἀποκρινάμενος· οὔτε βασιλεὺς οὔτε κύριος, τοῦ δὲ κυρίου Καὶ βασιλέως φονεὺς Καὶ κολαστής. Βροῦτος δὲ Λυκίους ᾔτει χρήματα Καὶ στρατόν.
随后他们再度分开,各自去执行相宜的行动;卡西乌斯攻占罗得岛后,处置事务并不温和宽仁,尽管他在进城时对那些尊称他为国王和主人的人回答道: “既非国王亦非主人,而是主人与国王的诛杀者与惩戒者。” 布鲁图斯则向吕基亚人索要金钱和军队。
ἐπεὶ δὲ Ναυκράτης ὁ δημαγωγὸς ἀνέπεισε τὰς πόλεις ἀφίστασθαι Καὶ λόφους τινὰς ὡς εἴρξοντες παρόδου τὸν Βροῦτον κατελάβοντο, πρῶτον μὲν ἀριστοποιουμένοις αὐτοῖς ἐπέπεμψεν ἱππεῖς, ὑφʼ ὧν ἑξακόσιοι διεφθάρησαν, ἔπειτα τὰ χωρία καὶ πολίχνας λαμβάνων ἀπέλυεν ἄνευ λύτρων ἅπαντας ὡς προσαξόμενος εὐνοίᾳ τὸ ἔθνος.
然而煽动家瑙克拉特斯说服各城邦反叛,而且他们占据了几座山丘企图阻断布鲁图斯的通路,布鲁图斯首先趁他们吃早饭时派出骑兵突袭,消灭了其中的六百人;接着他攻占各处要塞和小城镇,将所有人一概免除赎金释放,企图以善意争取该部族。
οἱ δʼ ἦσαν αὐθάδεις, ἃ μὲν ἐβλάπτοντο πρὸς ὀργὴν τιθέμενοι, τῆς δʼ ἐπιεικείας καὶ φιλανθρωπίας καταφρονοῦντες, ἄχρι οὗ συνελάσας εἰς Ξάνθον αὐτῶν τοὺς μαχιμωτάτους ἐπολιόρκει.
但他们固执不驯,对所受的损失心怀愤怒,蔑视他的宽大与仁慈,直到布鲁图斯把他们当中最善战的人驱入桑图斯城并加以围困。
τοῦ δὲ ποταμοῦ παρὰ τὴν πόλιν παραρρέοντος ὑπονηχόμενοι διεδίδρασκον. ἡλίσκοντο δὲ δικτύων διὰ πόρου καθιεμένων εἰς βυθόν, ὧν τὰ ἄκρα κώδωσι προσηρτημένοις διεσήμαινεν εὐθὺς τὸν ἐνσχεθέντα.
由于河流流经该城,他们便潜水渡河逃跑。但他们被穿过水道垂入深处的渔网截获,网端系挂的铃铛立刻发出声响,标示出被缠住的人。
μηχαναῖς δέ τισι τῶν Ξανθίων νύκτωρ ἐπιδραμόντων Καὶ πῦρ ἐμβαλόντων, ὡς ἀπεκλείσθησαν αἰσθομένων τῶν Ῥωμαίων πρὸς τὸ τεῖχος3 Καὶ πνεῦμα λαμπρὸν ἀνερρίπιζεν ἐπὶ τὰς ἐπάλξεις τὴν φλόγα τῶν ἐγγὺς οἰκιῶν ἀντιλαμβανομένην, δείσας ὁ Βροῦτος ὑπὲρ τῆς πόλεως ἐκέλευσε κατασβεννύναι Καὶ βοηθεῖν.
桑图斯人在夜间突袭若干攻城器械并纵火,罗马人发觉后他们被阻断隔绝在城墙边,强风将火焰吹向城垛,蔓延到邻近房屋,布鲁图斯唯恐城市受损,下令予以扑灭并前去救助。
- 30.1τὰ γὰρ ὄντα κατανηλωκέναι
不定式 κατανηλωκέναι 承接前文 ἠξίου 中所蕴含的陈述/主张意味,构成间接引语,用以转述布鲁图斯由 γάρ 引出的申辩理由。
- 30.3Καὶ ταῦτα
成语 καὶ ταῦτα 与分词 ἀποκρινάμενος 连用,属于宾格副词性用法,表达让步或强调限定的语气(“而且还是在……的情况下”/“尽管……”)。
- 30.8ὡς ἀπεκλείσθησαν αἰσθομένων τῶν Ῥωμαίων πρὸς τὸ τεῖχος
属格独立结构 αἰσθομένων τῶν Ῥωμαίων 嵌入在由 ὡς 引导的时间从句之中;介词短语 πρὸς τὸ τεῖχος 则直接修饰从句限定动词 ἀπεκλείσθησαν。
