← 普鲁塔克

布鲁图斯传

§29.1-29.11

布鲁图斯与卡西乌斯品格的对比

本段记述了布鲁图斯与卡西乌斯在性格与声望上的差异,并突出了布鲁图斯不同于以往统治者的崇高志向与坚定信念。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

ἐβούλετο μὲν οὖν ἴσον ἔχειν τιμῆς καὶ παρέχειν ὁ Κάσσιος, ἔφθανε δʼ ὁ Βροῦτος ὡς τὰ πολλὰ φοιτῶν πρὸς αὐτόν1 ἡλικίᾳ τε προὔχοντα καὶ σώματι πονεῖν ὁμοίως μὴ δυναμένῳ χρώμενον.2

卡西乌斯固然希望享有并给予同等的尊荣,但布鲁图斯通常抢先前往拜访他,因为卡西乌斯年纪较长,且身体无法承受同等的劳苦。

§29.2

ἦν δὲ δόξα Κάσσιον μὲν εἶναι δεινὸν ἐν τοῖς πολεμικοῖς, ὀργῇ δὲ τραχὺν καὶ φόβῳ μᾶλλον ἄρχοντα, πρὸς δὲ τοὺς συνήθεις ὑγρότερον τῷ γελοίῳ καὶ φιλοσκώπτην· Βροῦτον δὲ λέγουσι διʼ ἀρετὴν φιλεῖσθαι μὲν ὑπὸ τῶν πολλῶν, ἐρᾶσθαι δʼ ὑπὸ τῶν φίλων, θαυμάζεσθαι δʼ ὑπὸ τῶν ἀρίστων, μισεῖσθαι δὲ μηδʼ ὑπὸ τῶν πολεμίων, ὅτι πρᾷος ὁ ἀνὴρ διαφερόντως καὶ μεγαλόφρων καὶ πρὸς πᾶσαν ὀργὴν καὶ ἡδονὴν καὶ πλεονεξίαν ἀπαθής, ὄρθιον δὲ τὴν γνώμην καὶ ἄκαμπτον ἑστῶσαν ὑπὲρ τοῦ καλοῦ καὶ δικαίου διαφυλάττων.

世人的看法是,卡西乌斯长于军事,但脾气暴躁,更多依靠恐惧来统治,而对待亲信则过分热衷于玩笑且嗜好嘲讽;然而人们谈及布鲁图斯时,却说他因美德而受到民众的爱戴、朋友的深爱、贤士的钦佩,甚至不为仇敌所怨恨,因为此人格外温和而高尚,对一切愤怒、享乐与贪欲皆不动心,坚守着挺拔不屈的意志以维护正义与高尚。

§29.4

καὶ μέγιστον ὑπῆρχεν αὐτῷ πρὸς εὔνοιαν καὶ δόξαν ἡ τῆς προαιρέσεως πίστις. οὔτε γὰρ ἐκεῖνος ὁ μέγας Πομπήϊος, εἰ Καίσαρα καθεῖλεν, ἠλπίζετο βεβαίως προήσεσθαι τοῖς νόμοις τὴν δύναμιν,3 ἀλλʼ ἀεὶ τὰ πράγματα καθέξειν, ὑπατείας ὀνόματι καὶ δικτατορίας ἤ τινος ἄλλης μαλακωτέρας ἀρχῆς παραμυθούμενος τὸν δῆμον· Κάσσιόν δὲ τοῦτον, σφοδρὸν ἄνδρα καὶ θυμοειδῆ καὶ πολλαχοῦ πρὸς τὸ κερδαλέον ἐκφερόμενον τοῦ δικαίου, παντὸς μᾶλλον ᾤοντο πολεμεῖν καὶ πλανᾶσθαι καὶ κινδυνεύειν αὑτῷ τινα δυναστείαν κατασκευαζόμενον, οὐκ ἐλευθερίαν τοῖς πολίταις.

而他获得好感与声誉的最大凭借,便是世人对他志向操守的信任。因为即便那位伟大的庞培,若是推翻了恺撒,人们也不指望他会坚定地将权力归还于法律,而是认为他必将借由执政官、独裁官或某种更为温和的官衔来安抚民众,从而始终把持国政;至于眼前的卡西乌斯,一个激烈而刚暴的人,又屡屡为牟利而偏离正义,人们更认为他之所以转战、流徙并冒涉险境,全是为了给自己建立某种霸权,绝非为了给公民争取自由。

§29.6

τὰ μὲν γὰρ ἔτι τούτων πρεσβύτερα, Κίνναι καὶ Μάριοι καὶ Κάρβωνες, ἆθλον ἐν μέσῳ καὶ λείαν προθέμενοι τὴν πατρίδα, μονονουχὶ ῥητῶς ὑπὲρ τυραννίδος ἐπολέμησαν.

因为更早一辈的人物——诸如辛纳、马略和卡尔博之流——将祖国作为置于当中的战利品与掠物,几乎明目张胆地为了僭主统治而战。

§29.7

Βρούτῳ δὲ λέγουσι μηδὲ τοὺς ἐχθροὺς προσβάλλειν τοιαύτην διαβολήν, ἀλλʼ Ἀντωνίου γε καὶ πολλοὺς ἀκοῦσαι λέγοντος ὡς μόνον οἴοιτο Βροῦτον ἐπιθέσθαι Καίσαρι προαχθέντα τῇ λαμπρότητι καὶ τῷ φαινομένῳ καλῷ τῆς πράξεως, τοὺς δʼ ἄλλους ἐπὶ τὸν ἄνδρα συστῆναι μισοῦντας καὶ φθονοῦντας.

然而据说,连仇敌也未曾将这种指责加于布鲁图斯;相反,许多人曾听安东尼乌斯说,他认为唯有布鲁图斯袭击恺撒是受该行动的光辉与外在崇高所驱使,其他人谋害此人则全出仇恨与嫉妒。

§29.8

ὅθεν Βροῦτος οὐ τῇ δυνάμει τοσοῦτον ὅσον τῇ ἀρετῇ δῆλός ἐστιν ἐξ ὧν γράφει πεποιθώς.4

由此可见,从布鲁图斯的书信中明明白白地显示出,他所依仗的与其说是军力,不如说是美德。

§29.9

γράφει δὲ πρὸς Ἀττικόν ἤδη τῷ κινδύνῳ πλησιάζων ἐν τῷ καλλίστῳ τῆς τύχης εἶναι τὰ καθʼ αὑτόν ἢ γὰρ νικήσας ἐλευθερώσειν τὸν Ῥωμαίων δῆμον ἢ δουλείας ἀποθανὼν ἀπαλλαγήσεσθαι· καὶ τῶν ἄλλων ἀσφαλῶς αὐτοῖς καὶ βεβαίως ἐχόντων ἓν ἄδηλον εἶναι, πότερον βιώσονται μετʼ ἐλευθερίας ἢ τεθνήξονται.

当他已临近危险之际,在给阿提库斯的信中写道,他的处境正处于命运的最佳状态:因为他要么获胜以解放罗马人民,要么战死以摆脱奴役;而在其他一切对他们而言皆稳固笃定之时,唯一不确定的只有一事,即他们是将活着享有自由,还是将死去。

§29.10

Μᾶρκον δʼ Ἀντώνιον ἀξίαν φησὶ τῆς ἀνοίας διδόναι δίκην, ὃς ἐν Βρούτοις καὶ Κασσίοις καὶ Κάτωσι συναριθμεῖσθαι δυνάμενος προσθήκην ἑαυτὸν Ὀκταβίῳ δέδωκε· κἂν μὴ νῦν ἡττηθῇ μετʼ ἐκείνου, μικρὸν ὕστερον ἐκείνῳ μαχεῖται. ταῦτα μὲν οὖν ἀποθεσπίσαι καλῶς πρὸς τὸ μέλλον ἔοικεν.

他还说,马克·安东尼乌斯正在为其愚蠢付出应得的代价,因为他本可与布鲁图斯、卡西乌斯和加图等人并列,却将自己作为附庸献给了屋大维;纵然他现在不与屋大维一同落败,不久之后也会与屋大维反目交战。在这些事情上,他看来确实准确地预言了未来。

语法注4 条
  1. 29.1ἔφθανε δʼ ὁ Βροῦτος ὡς τὰ πολλὰ φοιτῶν πρὸς αὐτόν

    动词 ἔφθανε(φθάνω 的未完成过去时,意为“抢先、争先”)接补充性分词 φοιτῶν,构成“抢先/主动去拜访他”之意,表现出布鲁图斯因体谅对方而习惯性主动前往的举动。

  2. 29.1σώματι πονεῖν ὁμοίως μὴ δυναμένῳ χρώμενον

    宾格分词 χρώμενον 与前文指代卡西乌斯的 αὐτόν 一致,支配与格短语 σώματι... δυναμένῳ,表示主体的身体状况或属性,意为“带有一副无法承受同等劳苦的身躯”。

  3. 29.4ἠλπίζετο βεβαίως προήσεσθαι τοῖς νόμοις τὴν δύναμιν

    主语 ὁ μέγας Πομπήϊος 与被动动词 ἠλπίζετο 构成人称被动句,后接将来时不定词 προήσεσθαι,相当于非人称结构,意即“人们并不指望伟大的庞培会将权力坚定地交给法律”。

  4. 29.8δῆλός ἐστιν ἐξ ὧν γράφει πεποιθώς

    述语形容词 δῆλός ἐστι 带补充性分词 πεποιθώς 构成的人称句(相当于非人称的 δῆλόν ἐστιν ὅτι πέποιθε),意为“从布鲁图斯的书信中显而易见,他所信任/倚重的是……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:29.1-29.11